Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων·
  2. ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα,
  3. πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα,
  4. δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·
  5. ὀψέ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα·
  6. ἡ δʼ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα,
  7. νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα,
  8. δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι.
  9. τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,
  10. μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες,
  11. ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς·
  12. εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι,
  13. μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι,
  14. δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,
  15. ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ
  16. εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι
  17. θυμὸν ἰαινόμεναι τίκτουσʼ ἁλιπόρφυρα τέκνα.
  18. ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο
  19. αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·
  20. γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη,