Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.
  2. ο. ἵλαθι, πότνια δῖα, τὰ δʼ ἐν φρεσὶ σῇσι μενοινᾷς,
  3. ἄμμες ὑφʼ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ.
  4. α. οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,
  5. οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.
  6. ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια[*](τὰ βάζειν MSS.) νύκτερα θύσθλα·
  7. δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.
  8. α. μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,
  9. μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.
  10. ο. οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·
  11. ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.
  12. α. ἀμφὶ πόθοις[*](πόθοις Koechly: μόθοις.) ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·
  13. ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.
  14. ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.
  15. α. μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·
  16. μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,
  17. βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·
  18. ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν
  19. καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης
  20. καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.