Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,
  2. εἴτʼ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
  3. Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
  4. νόσφι θεῶν· μούνοισι δʼ ὑπείξομεν ἀθανάτοισιν.
  5. ὅσσους μὲν κατʼ ὄρεσφι βίην ἄτρεστον ἔχοντας
  6. θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
  7. οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
  8. εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
  9. ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδʼ ἐσάωσεν
  10. αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
  11. θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
  12. κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν
  13. οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.
  14. κήτεα δʼ ὅσσα πέλωρα Ποσειδάωνος ἐναύλοις
  15. ἐντρέφεται, τὰ μὲν οὔτι χερείονα φημὶ θάλασσαν
  16. τίκτειν ὠμοφάγων τεκέων χθονός, ἀλλὰ καὶ ἀλκὴν
  17. καὶ μέγεθος προβέβηκεν ἀναιδέα δείματα πόντου.
  18. ἔστιν ἐν ἠπείρῳ χελύων γένος, οὐδέ τινʼ ἀλκὴν
  19. οὐδʼ ἄτην ἴσασι· θαλασσαίῃ δὲ χελώνῃ
  20. οὐ μάλα θαρσαλέος τις ἐν οἴδμασιν ἀντιβολήσει.