Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης
  2. ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·
  3. ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι
  4. δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.
  5. πολλάκι δʼ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης
  6. ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτʼ ἀνέσχε,
  7. δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·
  8. καί ῥʼ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸν
  9. κέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον
  10. κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,
  11. οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·
  12. οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον
  13. ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται
  14. λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.
  15. Τόσσʼ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.
  16. σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,
  17. πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,
  18. αἰεὶ δʼ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,
  19. γαίης δʼ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο
  20. Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.