Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ δέ μιν οὐκ ἐρύουσι βιώμενοι· ἦ γὰρ ἄν ἄγρης
  2. μαψιδίως ἄλιον καὶ ἐτώσιον ἔργον ἄροιντο·
  3. ἀλλά οἱ ἱεμένῳ δολιχὴν ἐφιᾶσιν ἄγεσθαι
  4. μήρινθον καὶ νῆα κατασπέρχουσιν ἐρετμοῖς,
  5. ἑσπόμενοι δελφῖνος ἀτυζομένοιο κελεύθοις.
  6. ἀλλʼ ὅτε λευγαλέῃσι κακηπελέων ὀδύνῃσι
  7. κάμνῃ καὶ γλωχῖσι περισκαίρῃσι σιδήρου,
  8. δή ῥα τότʼ ἀδρανέων ἀναδύεται, ἄλκιμα γυῖα
  9. κεκμηκώς, κούφοισιν ἀειρόμενος ῥοθίοισιν,
  10. ὕστατα φυσιόων· μήτηρ δέ μιν οὔποτε λείπει,
  11. ἀλλʼ αἰεὶ μογέοντι συνέσπεται, ἔκ τʼ ἀνιόντι
  12. βυσσόθεν, ἀχνυμένῃ τε καὶ αἰνότατον στεναχούσῃ
  13. εἰδομένη· φαίης κεν ὀδυρομένην ὁράασθαι
  14. μητέρα περθομένης πόλιος περὶ δυσμενέεσσι
  15. παίδων θʼ ἑλκομένων ὑπὸ ληΐδα δουρὸς ἀνάγκῃ·
  16. ὣς ἥ γʼ αἴνʼ ἀχέουσα δαϊζομένῳ περὶ παιδί,
  17. ὥστʼ αὐτὴ μογέουσα καὶ οὐτηθεῖσα σιδήρῳ,
  18. δινεύει· τὸν δʼ ἄλλον ἑῆς ἀπὸ παῖδα κελεύθου
  19. στέλλει ἐπεμπίπτουσα καὶ ὀτρύνουσα διώκει·
  20. φεῦγε, τέκος· μέροπες γὰρ ἀνάρσιοι, οὐκέθʼ ἑταῖροι