Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἠΰτε πυρκαϊὴ ὀλοώτατον ἧψεν ὄλεθρον.
  2. ὡς δὲ Διὸς μάστιγι βαλεῖ τρόπιν αἰθέριον πῦρ
  3. πόντου ἀμειβομένην, νέμεται δέ μιν αἰθαλόεσσα
  4. ῥιπή, τὴν δʼ ἔτι μᾶλλον ἐποτρύνουσα κορύσσει
  5. μισγομένη δίοισιν ὁμοῦ πυρσοῖσι θάλασσα,
  6. ὣς κείνου χαλεπάς τε βολὰς ὀδύνας τε κορύσσει
  7. ἄντλου πυθομένοιο δυσαέος ἄγριον ὕδωρ.
  8. ἀλλʼ ὅτε μιν δμηθέντα πολυτμήτοις ὀδύνῃσιν
  9. ἤδη λευγαλέοιο παρὰ προθύροις θανάτοιο
  10. μοῖρα φέρῃ, τότε δή μιν ἀναψάμενοι ποτὶ χέρσον
  11. γηθόσυνοι σύρουσιν· ὁ δʼ ἕλκεται οὐκ ἐθέλων περ,
  12. πολλῇσι γλωχῖσι πεπαρμένος ἠΰτε γόμφοις,
  13. νευστάζων ὀλοοῖο μόρου τέλος οἰνοβαρείων·
  14. οἱ δὲ μέγαν νίκης παιήονα κυδαίνοντες,
  15. εἰρεσίῃ σπέρχοντες ἐπικλάζουσι θαλάσσῃ
  16. ὀξὺν ἐπειγομέναις ἐλάταις νόμον ἀείδοντες.
  17. ὡς δʼ ὁπότʼ εἰναλίοιο διακρινθέντος Ἄρηος
  18. νῆας ἀναψάμενοι νηῶν ἐπιβήτορας ἄνδρας
  19. δυσμενέας ποτὶ χέρσον ἐπειγόμενοι κατάγωσι
  20. γηθόσυνοι, νίκης δὲ διαπρύσιον βοόωσι