Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
  2. εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
  3. πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴ
  4. σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
  5. κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν
  6. δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
  7. τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
  8. τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
  9. αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
  10. ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων
  11. θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
  12. στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
  13. φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
  14. εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
  15. ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν
  16. πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν
  17. εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
  18. ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
  19. χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
  20. βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες.