Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔνθεν ἔπειτʼ ἀΐων τεκμαίρεο, κοίρανε γαίης,
  2. ὡς οὐδὲν μερόπεσσιν ἀμήχανον, οὐκ ἐνὶ γαίῃ
  3. μητρὶ καμεῖν, οὐ κόλπον ἀνʼ εὐρώεντα θαλάσσης·
  4. ἀλλά τις ἀτρεκέως ἰκέλην μακάρεσσι γενέθλην
  5. ἀνθρώπους ἀνέφυσε, χερείονα δʼ ὤπασεν ἀλκήν,
  6. εἴτʼ οὖν Ἰαπετοῖο γένος, πολυμῆτα Προμηθεύς,
  7. ἀντωπὸν μακάρεσσι κάμεν γένος, ὕδατι γαῖαν
  8. ξυνώσας, κραδίην δὲ θεῶν ἔχρισεν ἀλοιφῇ,
  9. εἴτʼ ἄρα καὶ λύθροιο θεορρύτου ἐκγενόμεσθα
  10. Τιτήνων· οὐ γάρ τι πέλει καθυπέρτερον ἀνδρῶν
  11. νόσφι θεῶν· μούνοισι δʼ ὑπείξομεν ἀθανάτοισιν.
  12. ὅσσους μὲν κατʼ ὄρεσφι βίην ἄτρεστον ἔχοντας
  13. θῆρας ὑπερφιάλους βροτὸς ἔσβεσεν· ὅσσα δὲ φῦλα
  14. οἰωνῶν νεφέλῃσι καὶ ἠέρι δινεύοντα
  15. εἷλε, χαμαίζηλόν περ ἔχων δέμας· οὐδὲ λέοντα
  16. ῥύσατ’ ἀγηνορίη δμηθήμεναι, οὐδʼ ἐσάωσεν
  17. αἰετὸν ἠνεμόεις πτερύγων ῥόθος, ἀλλὰ καὶ Ἰνδὸν
  18. θῆρα κελαινόρινον ὑπέρβιον ἄχθος ἀνάγκῃ
  19. κλῖναν ἐπιβρίσαντες, ὑπὸ ζεύγλῃσι δʼ ἔθηκαν
  20. οὐρήων ταλαεργὸν ἔχειν πόνον ἑλκυστῆρα.