Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δώρῳ θεσπεσίῳ καί μοι πόρον ὑμετέροισι
  2. κίρνασθαι γλυκὺ νᾶμα καὶ οὔασι καὶ πραπίδεσσι.
  3. Σχέτλι’ Ἔρως, δολομῆτα, θεῶν κάλλιστε μὲν ὄσσοις
  4. εἰσιδέειν, ἄλγιστε δʼ ὅτε κραδίην ὀροθύνεις,
  5. ἐμπίπτων ἀδόκητος, ὑπὸ φρένα δʼ ὥστε θύελλα
  6. μίσγεαι, ἀσθμαίνεις δὲ πυρὸς δριμεῖαν ὁμοκλήν,
  7. παφλάζων ὀδύνῃσι καὶ ἀκρήτοισιν ἀνίαις·
  8. δάκρυ δέ σοι προβαλεῖν λαρὸν γάνος ἠδʼ ἐσακοῦσαι