Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πόντῳ δʼ ἐγκατέπαλτο λίνων ὕπερ, ἀμφὶ δʼ ἄρʼ αὐταῖς
  2. κοιλάσι καὶ θαλάμῃσι δυσαέα φάρμακʼ ἄλειψε
  3. χρίσματος ἐχθοδοποῖο καὶ ἐξεμίηνε θάλασσαν.
  4. καὶ τὸν μὲν παλίνορσον ὀλέθρια φαρμάξαντα
  5. δέξατο ναῦς· τοὺς δʼ αἶψα κακὴ καὶ ἀνάρσιος ὀδμὴ
  6. πρῶτα μὲν ἐν θαλάμῃσιν ἱκάνεται· ἀχλύϊ δʼ ὄσσε
  7. καὶ κεφαλὴ καὶ γυῖα βαρύνεται, οὐδὲ δύνανται
  8. μίμνειν ἐν κευθμῶσιν, ἀτυζόμενοι δὲ χέονται
  9. ἐκτὸς ἀπὸ σπιλάδων· ἡ δέ σφισι πουλὺ θάλασσα
  10. πικροτέρη· τοῖον γὰρ ἐν οἴδμασι πῆμα πέφυρται.
  11. οἱ δʼ ὥστʼ οἰνοβαρεῖς, ὀλοῇ μεθύοντες ἀϋτμῇ,
  12. πάντῃ δινεύουσι καὶ οὔποθι χῶρον ἔχουσι
  13. λειπόμενον κακότητος, ἐπαΐγδην δὲ λίνοισι
  14. σπερχόμενοι πίπτουσι, διεκθορέειν μεμαῶτες·
  15. ἀλλʼ οὔ τις χαλεπῆς ἄτης λύσις οὐδʼ ἀλεωρή·
  16. πολλῇ δὲ ῥιπῇ τε καὶ ἅλματι κυμαίνονται
  17. τειρόμενοι· τὸ δὲ πολλὸν ἐπιτρέχει Ἀμφιτρίτῃ
  18. ὀλλυμένων φύσημα, τό τʼ ἰχθύσιν ἔπλετο δειλοῖς
  19. οἰμωγή· τοὶ δʼ ἐκτὸς ἐπʼ ἄλγεσιν ἀσπαλιῆες
  20. τερπόμενοι μίμνουσιν ἀκηδέες, εἰσόκε σιγὴ