Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
  2. οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
  3. οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
  4. καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
  5. ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
  6. ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
  7. παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
  8. πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα