Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
  2. πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
  3. πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
  4. ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
  5. ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
  6. ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
  7. οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
  8. ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·
  9. Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
  10. πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
  11. ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
  12. τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
  13. ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
  14. τῶν δʼ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
  15. ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
  16. οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
  17. δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
  18. ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
  19. δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
  20. τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,