Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
  2. εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
  3. ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.
  4. ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
  5. θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
  6. θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
  7. Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
  8. μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,