Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δελφίνων ἀγέλης, οἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,
  2. ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαι
  3. στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον
  4. δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
  5. δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου
  6. πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην
  7. ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
  8. ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
  9. πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
  10. δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·
  11. ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
  12. ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.
  13. αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
  14. δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
  15. πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,
  16. πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
  17. γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
  18. πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
  19. ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε
  20. νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,