Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλʼ ἐοῦσαν
  2. ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.
  3. ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει
  4. ὀτραλέη μύραινα· δύω δʼ ἀνὰ κέντρα τιτήνας
  5. δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,
  6. ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν
  7. ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς
  8. ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων
  9. ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κʼ ἐθέλῃσιν
  10. ἀντιάαν· τάχα δʼ ἄλλον ἀριστήων ὀροθύνει·
  11. ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδʼ ἐπὶ μῶλον
  12. δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,
  13. αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα
  14. ἀντιάᾳ· τὸν δʼ οὔτι περισπέρχουσά περ αἰνῶς
  15. βλάπτει τρηχὺν ἐόντα, γένυν δʼ ἀνεμώλιον αὔτως
  16. ἐγχρίμπτει, στερεοῖσι δʼ ἐτώσια μαίνετʼ ὀδοῦσιν·
  17. οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης
  18. παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.
  19. τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,
  20. εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν