Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
  2. Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης
  3. πυρῶν τʼ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.
  4. δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,
  5. φάρεά τʼ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ
  6. Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δʼ Ἄρηος
  7. φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
  8. καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετʼ Ἐνυώ.
  9. δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.
  10. Ἑρμείης δʼ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους
  11. ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.
  12. καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
  13. πληθύν θʼ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι
  14. ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας
  15. γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι
  16. πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,
  17. ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,