Wealth

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
  2. ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
  3. τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμύλος
  1. καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
  2. τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψίδημος
  1. ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
  2. ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
  3. καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
  4. τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
Χρεμύλος
  1. οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
  2. ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
  3. ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψίδημος
  1. τί σὺ λέγεις;
  2. οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμύλος
  1. οἴμοι τῶν κακῶν,
  2. ἀπολεῖς.
Βλεψίδημος
  1. σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
Χρεμύλος
  1. ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
  2. ἔχω.
Βλεψίδημος
  1. σὺ Πλοῦτον; ποῖον;