Frogs

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸν ἀλεκτρυόνα μου συναρπάσασα
  2. φρούδη Γλύκη.
  3. Νύμφαι ὀρεσσίγονοι.
  4. ὦ Μανία ξύλλαβε.
  5. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον
  6. ἐμαυτῆς ἔργοισι,
  7. λίνου μεστὸν ἄτρακτον
  8. εἱειειειλίσσουσα χεροῖν
  9. κλωστῆρα ποιοῦσʼ, ὅπως
  10. κνεφαῖος εἰς ἀγορὰν
  11. φέρουσʼ ἀποδοίμαν·
  12. ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα
  13. κουφοτάταις πτερύγων ἀκμαῖς·
  14. ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε,
  15. δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων
  16. ἔβαλον ἔβαλον ἁ τλάμων.
  17. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,
  18. τὰ τόξα λαβόντες ἐπαμύνατε,