Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Εἰδὼς οὖν, ὅτι παρὰ μικρὸν ἐλθόντα μυριάκις αὐτὸν ἀπολέσθαι διέσωσεν, ἀνυπούλοις καὶ πεπαρρησιασμέναις ἐχρῆτο ταῖς νουθεσίαις· ἐβούλετο γάρ, ὡς ἀγαθὸς δημιουργός, ἀκαθαίρετον διαμεῖναι τὸ οἰκεῖον ἔργον, μήτε ὑπ’ αὐτοῦ διαλυθὲν μήτε ὑφ’ ἑτέρου.

ὁπότε οὖν ἢ καταδαρθόντα ἐν συμποσίῳ θεάσαιτο, περιανίστη στοχαζόμενος ἅμα μὲν τοῦ πρέποντος ἅμα δὲ καὶ τῆς ἀσφαλείας — εὐεπιβούλευτον γὰρ ὁ κοιμώμενος —, ἤ τινας ἐκμανῶς ὀρχηστὰς ὁρῶντα ἢ ἔστιν ὅτε συνορχούμενον ἢ ἐπὶ μίμοις αἰσχρῶν καὶ σκωμμάτων μὴ ὑπομειδιῶντα σεμνότερον ἀλλὰ μειρακιωδέστερον καγχάζοντα ἢ κιθαρῳδῶν ἢ χορῶν τῆς ἐμμελείας ἡττώμενον, ἔστιν ὅπου καὶ συνᾴδοντα, ἔνυττε πλησίον καθεζόμενος ἢ κατακεκλιμένος καὶ ἐπέχειν ἐπειρᾶτο.

πολλάκις δὲ καὶ ἐπικλίνας πρὸς οὖς, ἵνα μὴ κατακούοι τις ἕτερος, ἡσυχῇ καὶ πρᾴως ἐνουθέτει φάσκων· "οὐδενὶ τῶν παρόντων ἀλλ’ οὐδὲ τῶν ἄλλων ἀνθρώπων ὅμοιον εἶναί σε δεῖ, οὔτε ἐν θεάμασιν οὔτε ἐν ἀκούσμασιν οὔτε ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ τὰς αἰσθήσεις, ἀλλὰ προφέρειν ἐπὶ τοσοῦτον ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ [*](1 ἣ CGO: om. ceteri εἴληφε M 3 μάχλος D Anton. Mel. 4 κολλικικωτέρα M διαφοράν MA 6 στρατηγήμασιν L 9 ἂν ὑπούλοις C πεπαρρησιασμένοις Α 10 μεῖναι Μ 11 pr. μήτε] μήθ᾿ A (Mang.) alt. μήτε] μήθ’ MA (Mang.) ὑφ’] ὑπὸ M γοῦν A 11. 12 καταδαρθόντα Cohn: καταδαρθέντα codd. (v) 12 περιανίστη] περιιὼν ἀνίστη Α περιὼν ἀνίστη Mang., προσιὼν ἀνίστη coniecerat Matthaei) μὲν om. Α 14 ἐκμανῶς om. Α; ἐκμανεῖς coni. Siegfried ὀρχιστὰς CGO ὀρχηστὰς ὀρχηστὰς ἐκμανῶς transp. M ὡς ante ἔστιν add. GOMAH (v), om. C (sic mavult Mang.) 15 ἐπὶ μίμοις] ἐπιτιμίοις M σκωμάτων M, σκομμάτων L; σκώμμασι coni. Cohn 16 καγχάζοντα GAH: κακχάζοντα CM, καχλάζοντα 0, καχάζοντα Cohn 17 ὡς ante ἔστιν add. MA (Mang.) ; ὥστ’ Dahl συνᾴδοντα C (Turn.): συνᾴδειν ceteri (Mang.) καθιζόμενος Mang. 17. 18 κατεοι κεκλιμένος M 19 κατακούῃ L, ἀκούοι Α ἡσυχῇ καὶ πράως om. M 20. 21 οὕτ’ (ter) A 22 ἐν om. C τὸν MD (Mang.): om. ceteri (Turn.)) [*](2. 3 Flor. Laur. nr. 15 δεινὸν γυνὴ γνώμην ἀνδρὸς παραγαγεῖν.) [*](2—4 DR fol. I36r Anton. Mel. II 34 Col. 1089 Φίλωνος: δεινὸν γυνὴ — κολακικωτέρα (μαλακικωτέρα sive μαχλικωτέρα vel μαλακωτέρα Anton. Mel.) γίνεται.) [*](22—164,12 DR fol. 113v τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γάιον πρεσβείας: τὸν ἡγεμόνα καὶ κύριον τῶν πραγμάτων τοσοῦτον χρὴ προφέρειν ἐν ἑκάστῳ τῶν περὶ τὸν βίον, ἐφ’ ὅσον καὶ ταῖς εὐτυχίαις τῶν ἄλλων διενήνοχεν — πράγματος (v. 5). εἰ γὰρ τὰ (v. 8) — μεγίστης τέχνης πασῶν (cf. v. 13) ἐπιστήμονα; 14—17 DK fol. 170r DM fol. 206v DP (Harris p. 98) Φίλωνος ἐκ τῆς (τοῦ DM) πρὸς Γάιον πρεσβείας πρεσβύτερον DM) DR fol. 190v Φίλωνος DV p. 551 Flor. Paris. nr. 30: ἄξιον θαυμάσαι τὴν θάλασσαν, δι’ ἧς τὰς ἀντιδόσεις τῶν ἀγαθῶν τῶν ἀγαθῶν om. Dk) αἰ χῶραι ἀλλήλαις ἀντεκτίνουσιν καὶ τὰ μὲν ἐνδέοντα λαμβάνουσιν, ὧν δὲ ἄγουσιν περιουσίαν ἀντιπέμπουσιν ἀναπέμπουσιν DK).)

v.6.p.164
ὅσον καὶ ταῖς εὐτυχίαις διενήνοχας.

ἄτοπον γὰρ τὸν ἡγεμόνα γῆς καὶ θαλάττης νικᾶσθαι πρὸς ᾠδῆς ἢ ὀρχήσεως ἢ χλευαστικοῦ σκώμματος ἤ τινος τῶν ὁμοιοτρόπων, ἀλλὰ μὴ ἀεὶ καὶ πανταχοῦ μεμνῆσθαι τῆς ἡγεμονίας, καθάπερ ποιμένα τινὰ καὶ ἐπιστάτην ἀγέλης, τὰ πρὸς βελτίωσιν ἀπὸ παντὸς οὑτινοσοῦν ἐφ’ ἑαυτὸν ἕλκοντα καὶ λόγου καὶ πράγματος."

εἶτα ἔφασκεν· "ὅταν παρατυγχάνῃς σκηνικοῖς ἀγῶσιν ἢ γυμνικοῖς ἢ τοῖς κατὰ τὰς ἱπποδρομίας, μὴ σκόπει τὰ ἐπιτηδεύματα, ἀλλὰ τὴν ἐν τοῖς ἐπιτηδεύμασι κατόρθωσιν, καὶ λάμβανε τὸν τοιοῦτον λογισμόν·

εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;

μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν ἀντιπέμπουσαι.

φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ [*](2 ᾠδῆς] ὀργῆς A ὀρχήσεως ἡ ᾠδῆς transp. C 3 ὁμοτρόπων Η 4 ποιμένα τινὰ CGOD: τινὰ ποιμένα transp. ceteri (v) 5 ἀπό om. Α οἱ ὁτινοσοῦν M ὲφ᾿] πρὸς M λόγου] ζώου D 6 παρατυγχάνης Α, παρατυγχάνη G τοῖς] τὰς M 8 τὸν om. Α εἰ τὰ] εἶτα OM 9 δέ om. D καὶ ἡδονὴν αὐτὸ μόνον D: καὶ ἡδονὴν μόνην CGO, μόνην καὶ ἡδονὴν transp. ceteri (v) 11 λαμπροὺς ante λαμβάνειν add. 12 δὲ om. CGO 13 τέχνη om. L (Turn.) πασῶν τέχνη transp. M 15 καὶ ὁλκάσιν coni. Mang. 16 ἀντεκτείνουσιν MHD (Mang.), ἀντικτένουσιν 17 δ’ CA: δὲ ceteri (v) 20 εἰσερπίσας M ἄγαν Α: ἀγαπᾶν ceteri πνέει A 21 χώρας ἡ ἔθνους transp. A πρόεισι MA (coni. Mang.))

v.6.p.165
μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων.

ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.

παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν.

ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν."

Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·

„πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα.

ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον [*](1 μάλιστ’ A ἀφ’ οὗ] αὐτοῦ M ἡμέτερον ΑΗ (Turn.) Σεβαστὸν εἰ Cohn: σεβάστιον CH (v): σεβάστιον M, σεβάστειον OA, σεάσμιον G ἤρξατο ὄντως τως transp. 2 ἁπάντων A 3 ἐξετάζετο L ἐσχατιᾶς Α; γῆς ἐσχατιὰς coni. Mang. ὑπερόρια codd. (mavult Mang.): ὑπερορίους v 5 εἰς — οἰκουμένην om. Α 5. 6 ἁ πάντα] ἅπαντα OMA 6 βασιλεῦ δικαιότατε ante παραπεμφθεὶς addendum censet Mang. ex D Anton. Mel. πεμφθεὶς M γοῦν om. M1D Anton. Mel., add, M2 7 τὴν ἀνωτάτω coni. Wendl. 8 σωτήριος ss. L2 (Turn.) μηδὲν H χαίρων μᾶλλον transp. Α 9 ἐν ante τᾷ add. Anton. Mel. τοὺς] τῆς H 10 δ’ Α 12 βουληθέντα L (Turn.) προσφέρειν MHD (Turn.) 13 τῆς om. Α ἀδηλότατος Α 15 τούτοις A κατεπᾴδων CO 18 δ’ MA ταυτὶ] παντὶ Ο 23 μέν om. M (v) ἐξ ἔτι σπαργάνων] ἔξεστιν ἐκ σπαργάνων γὰρ Α 24 γεγόνασιν Η μέχρι] μετὰ C) [*](6—9 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ τῆς φύσεως — ἢ ἐν τῷ τοὺς ὑπηκόους εὐεργετεῖν. 6 — 14 DR fol. 114 (post locum ad p. 163,22 adlatum) ἐκ τῆς αὐτῆς : βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ — παραφυλάττειν.)

v.6.p.166
καὶ μητρῷον, αὐτοκρατεῖς ἐξουσίας περιποιησάμενοι, χωρὶς τοῦ κἀν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς εἶναί τινας δυνάμεις βασιλικὰς τῶν ἡγεμονικῶν.

ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι τυπωδέστερον καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν.

εἶτα ἐμὲ τὸν καὶ πρὸ τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα; ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες.“

ἐκ δὲ τοῦ κατ’ ὀλίγον μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι.

τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· „ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“

τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.

τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν [*](1 τὸ ante μητρῶον add. A 3 ὁμοιότητι L 5 σπερματικοῖς] σπαρτιμοῖς L λόγοις om. L (Turn.) 6 ἐμφέρειαν] εὐφυΐαν coni. Mang. καὶ τὸν transp. A 7 τῆς πρὸ transp. G 9 ἰδιῶ (in folii fine) C 10 τολμῶσιν M δ’ MA ὑπ’ MAH: ὑπὸ CGO ἀναισχυντίας Η (Turn.), καὶ add. H2L (Turn.) 11 τὰ om. A ἐν om. Η1, ss. H2 12 μελετᾶν coni. Matthaei μὲν] καὶ Tauchn. 13 παραγωγοὺς A αἰ A, ss. (Maug.): om. ceteri (Turn.) εὔθικτοι Η1 (Mang.): εὔθηκτοι CGOAH2L (Turn.), εὔεικτοι M 14 δ’ Α προφάσεις] ὡς Μάκρωνα λεληκέναι vel similia excidisse putat Dahl 15 ἐαρι (ν eras.) C ἢ om. A 16 γεγένηκα H ἂν om. Α ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ Α 19 ἔκδεια C δὲ] γὰρ A 20 ἀρτίως Ο 21 φένακα GOAH: φαίνακα C, φαίνεκα M πεπλασμένων M 23 περιττῆς Turn. (v): περὶ τῆς CGOMH, περὶ τὴν A 24 εὔνοιαν Α ἀμοιβὰς Turn. (v): ἀμοιβῆς codd. γὰρ ante ἐστιν add. M 26 πάντ’ Α ἀληθεία A 27 μετ’ om. ὢ, add. Η2 σπουδῆς] τιμῆς A) [*](24—26 DH fol. Θίλωνος: τοιοῦτον εἰς τοὺς ἀχαρίστους — εὐεργετήσασιν.)

v.6.p.167
πρῶτον ὑπὲρ τοῦ σῶσαι Γάιον, ἔπειτα δὲ ὑπὲρ τοῦ μόνον τὴν ἡγεμονίαν διαδέξασθαι, τοιαῦτα εὕρατο τὰ ἐπίχειρα.