De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

εἰ δὴ φθείρεται καὶ κόσμος, ἐξ ἀνάγκης ἤτοι ὑπό τινος τῶν ἐκτὸς ἢ πρός τινος τῶν ἐν αὐτῷ διαφθαρήσεται δυνάμεων· ἀμήχανον δ’ ἑκάτερον· ἐκτὸς μὲν γὰρ οὐδέν ἐστι τοῦ κόσμου, πάντων εἰς τὴν συμπλήρωσιν [*](1—5 ἡ δὲ γῆ—διατελοῦσιν ἄφθαρτοι om. E 4 ἔδειξαν scripsi: ἐδέξαντο codd.; ἐδείξαντο coni. Mang. (v. infra p. 89, 4. de opif. mundi § 60. leg. alleg. I § 2. de spec. leg. I § 90) 6 ἀγέννητον UHP κατασκευάζοντας λόγους om. U ἕνεκα—αἰδοῦς (7) om. Ε τῆς] τοῦ U 7 τὸν ὁρατόν U: τύ ὁρατόν MHP (v) δεὸν add. Bernays αἰδοῦς HP: ἀειδοῦς MU προτέρους τακτέον ME: τακτέον προτέρους UHP (v) οἰκείαν] ὁσίαν coni. Cumont 8 ἅπασι δὲ Ε αἴτιαι H 9 γοῦν MUE: οὑν HP (v) χαλκοῦν H 10 ἑρπινώδους UE 11 νοσήματα M διαφάγοι E τῶν ἐκτός] τὸν ἐκτός M 12 ῥιπὴ Μ: ῥοπῆ UHPE 13 διαλυθῶσιν] διαλάθωσιν Turn. νοσήσασι] νοσήμασι UE 14 ἢ καταλευομένοις om. HP (om. Turn. in textu, add. in append.) καταλευομένοις Turn. (Mang. in Corrig.): καὶ λευομένοις UE, καὶ κελευομένοις M 15. 16 εἰ δὴ φθείρεται U: εἰ δὲ φθείρεται ME (Mang. Bernays Cumont), εἰ διαφθείρεται HP, εἰ διαφθαρήσεται L (Turn.) 16 κόσμος] 6 κόσμος Ε 17 διαφθαρήσεται MUE: φθαρήσεται HP (v) δέ M) [*](6 sqq. Arist. frg. 19 (ed. Rose, Lips. 1886). losqq. Ocell. Luc. I 11 εἰ δὲ καὶ δοξάζοι τις αὐτὸ (τὸ πᾶν) φθείρεσθαι, ἤτοι ὑπό τινος τῶν ἔξω τοῦ παντὸς φθαρήσεται δυναστευόμενον ἢ ὑπό τινος τῶν ἔπος. οὔτε δ’ ὑπό τινος τῶν ἔξωθεν — ἐκτὸς γὰρ τοῦ παντὸς οὐδέν· τὰ γὰρ ἄλλα πάντα ἐν τῷ παντὶ καὶ τὸ ὅλον καὶ τό πᾶν ὁ κόσμος — οὔτε ὑπὸ τῶν ἐν αὐτῷ· δεήσει γάρ ταῦτα μείζονά τε καὶ δυναμικώτερα εἶναι τοῦ παντός· τοῦτο δὲ οὐκ ἀληθές ἄγεται γὰρ τὰ ἄλλα πάντα ὑπὸ τοῦ παντός, καὶ κατὰ τοῦτο καὶ σῴζεται καὶ συνήρμοσται καὶ βίον ἔχει καὶ ψυχήν. εἰ δὲ οὔτε ὑπό τινος τῶν ἔξωθεν οὔτε ὑπό τινος τῶν ἔνδοθεν φθαρήσεται τό πᾶν, ἄφθαρτος ἄρα καὶ ἀνώλεθρος ὁ κόσμος.)

v.6.p.80
αὐτοῦ συνερανισθέντων· οὕτως γὰρ εἷς τε ἔσται καὶ ὅλος καὶ ἀγήρως, εἷς μὲν διὰ τὸ ἀπολειφθέντων τινῶν ἕτερον ἂν τῷ νῦν ὄντι γενέσθαι ὅμοιον, ὅλος δὲ ἕνεκα τοῦ σύμπασαν τὴν οὐσίαν εἰς αὐτὸν ἐξανηλῶσθαι, ἀγήρως δὲ καὶ ἄνοσος, ἐπειδὴ τὰ νόσοις καὶ γήρᾳ σώματα ἁλωτὰ θερμότησι καὶ ψύξεσι καὶ ταῖς ἄλλαις ἐναντιότησι προσεμπιπτούσαις ἔξωθεν ἰσχυρῶς ἀνατρέπεται, ὧν οὐδεμία δύναμις ἀποδρᾶσα κυκλοῦται καὶ ἐπιτίθεται, πασῶν, μηδενὸς ἀποστατοῦντος μέρους, ὁλοκλήρων ἐγκατειλημμένων εἴσω. εἰ δ’ ἄρα τί ἐστιν ἐκτός, πάντως ἂν εἴη κενόν, ἡ ἀπαθὴς

φύσις, ἣν ἀδύνατον παθεῖν τι ἢ δρᾶσαι. καὶ μὴν οὐδὲ ὑπό τινος αἰτίας διαλυθήσεται τῶν ἐντὸς αὐτοῦ· πρῶτον μέν, ἐπειδὴ τοῦ ὅλου τὸ μέρος καὶ μεῖζον ἔσται καὶ κραταιότερον, ὅπερ ἐστὶν ἀτοπώτατον· ὁ γὰρ κόσμος ἀνυπερβλήτῳ κράτει χρώμενος ἄγει τὰ πάντα μέρη, πρὸς μηδενὸς αὐτῶν ἀγόμενος· ἔπειτα δέ, ὅτι διττῶν οὐσῶν φθορᾶς αἰτιῶν, τῆς μὲν ἐντὸς τῆς δὲ ἐκτός, ἃ τὴν ἑτέραν οἷά τε ὑπομένειν. δεκτικὰ καὶ τῆς ἑτέρας ἐστὶ πάντως.

σημεῖον δέ· βοῦς καὶ ἵππος καὶ ἄνθρωπος καὶ τὰ παραπλήσια ζῷα, διότι πέφυκεν ἀναιρεῖσθαι ὑπὸ σιδήρου, καὶ νόσῳ τελευτήσει· χαλεπὸν γὰρ μᾶλλον δὲ ἀδύνατον εὑρεῖν, ὅ τι τὴν ἔξωθεν αἰτίαν πεφυκὸς ὑπομένειν τῆς φθορᾶς ἄδεκτον ἔσται κατὰ τὸ παντελὲς τῆς ἔνδοθεν.

ἐπειδὴ τοίνυν ὑπ’ οὐδενὸς τῶν ἐκτὸς φθαρησόμενος ἐδείχθη ὁ κόσμος, τῷ μηδὲν ἔξω καταλελεῖφθαι πάντως, οὐδ’ ὑπό τινος τῶν ἐν αὐτῷ, διὰ τὴν [*](1 οὕτως MU: οὕτω HPE τε E: τοι MUHP ἔσται] ἐστι E καὶ ante ἀγήρως om. M 2—3 εἷς μὲν—ἐξανηλῶσθαι] εἷς μὲν καὶ ὅλος διὰ τὴν προειρημένην αἰτίαν E 3 ὅλος] ὅλως H εἰς αὐτὸν] εἰς ἑαυτὸν MHP, εἰς αὐτοῦ U 4 τὰ νόσοις om. U 5 ψύξεσι MHPE: ψυχρότησι U (Mang.) ἐναντιότησι μ MHP: ἐναντιώσεσι UE προσεμπιπτούσαις HP, προσεπιπτούσαις U: προσεπιπιπτούσαις M (Bernays Cumont), πρὸς ἐπιπιπτούσαις E 6 ἀποδρᾶσα E: ἀποδράσασα MUHP (Cumont) 7 πασῶν Mang.: παθῶν codd. μηδενὸς coni. Mang. ἀποστατοῦντος] ἀποστάντος HP ὁλοκλήρων] ἀλλ’ ὁλοκλήρων E 8 τί] τίς P πάντως] παντὸς M κενόν] κενός E ἡ ἀπαθὴς MU: ἡ ἀπαθής PE, ἢ ἡ ἀπαθὴς Η (v) 10 πρῶτον Mang. (sic iam E cod. b): πρότερον codd. τὸ ὅλον τοῦ μέρους M 12 τὰ πάντα μέρη UE: πάντα om. MHP (Turn.) 13 ἔπειτα δέ, ὅτι scripsi: ἔπειτα διότι codd. φθορᾶς αἰτιῶν MHP: τῶν φθορᾶς αἰτιῶν E, αὖ τῶν φθορᾶς αἰτιῶν U 14 τῆς δ’ U οἷά τε Mang.: οἴεται codd.; εἴωθεν coni. Turn. in append. 15 βοῦς, ἵππος, ἄνθρωπος E 17 χαλεπὸν γὰρ—τῆς ἔνδοθεν (18) om. E γὰρ] μὲν γάρ U μᾶλλον δ’ U ὅ τι τὴν Buecheler: νοητὴν MU, ὃ τὴν νοητὴν HP (ν): ὃ τὴν Beruays 18—89, 11 κατὰ τό παντελές—τὸ μηδὲ χρόνον post 97, 3 συνεπιγραψάμενος tradunt codd., huc reduxit Bernays 18 τῆς ἔνδοθεν] τοῖς ἔνδοθεν H (v) 19 post τοίνυν add. ἡ σύνταξις· ἅτε μηδενὸς ὑπολειφθέντος μέρους ὡς βιασθῆναι HP (v): est scholion qoud pertinet ad p. 95, 20. 21)

v.6.p.81
προεπιλογισθεῖσαν ἀπόδειξιν, καθ’ ἣν τὸ ἁλωτὸν τῇ ἑτέρᾳ τῶν αἰτιῶν καὶ τὴν ἑτέραν ἐπεφύκει δέχεσθαι.

μαρτύρια δὲ καὶ τὰ ἐν Τιμαίῳ περὶ τοῦ τὸν κόσμον ἄνοσον εἶναι καὶ μὴ φθαρησόμενον τάδε· „τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις· ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς·

πρῶτον μέν, ἵνα ὅλον ὅτι μάλιστα ζῷον, τέλειον ἐκ τελείων μερῶν, εἴη· πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτ’ ἄν· ἔτι δέ, ἵνα ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθ’ ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λυπεῖ καὶ νόσους καὶ γῆρας ἐπάγοντα φθίνειν ποιεῖ. διὰ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε θεὸς ὅλον ἐξ ὅλων ἁπάντων τέλειον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο.“

τοῦτο μὲν δὴ παρὰ Πλάτωνος πρὸς τὴν ἀφθαρσίαν τοῦ κόσμου μαρτύριον εἰλήφθω, τὸ δ’ ἀγένητον παρὰ τῆς φυσικῆς ἀκολουθίας· ἕπεται μὲν γὰρ τῷ γενομένῳ διάλυσις, ἀφθαρσία δὲ τῷ ἀγενήτῳ· ἐπεὶ καὶ ὁ τὸ τρίμετρον ἐκεῖνο ποιήσας

  • „τό τοι γενόμενον κατθανεῖν ὀφείλεται"
  • δοκεῖ μὴ ἀπὸ σκοποῦ, συνεὶς ἀκολουθίαν τῶν αἰτιῶν τῆς γενέσεως καὶ τῆς φθορᾶς, * * * ὧδ’ ἔχει.

    [*](2 καὶ τὴν ἑτέραν] καὶ τῆ ἑτέρα M μαρτυρία Μ (Bernays) 3 τάδε] εῖναι H (Turn.) 4 δὴ om. U ἕκαστον om. M ἕκαστον εἴληφεν ὅλον transp. UE 6 ἀπολιπών Ε 8 ὑπολελειμένων M, ὑπολελειμμένον UE 9 τοιοῦτον CE (Plato): τοιοῦτο MHP ἀγήρων ΗΡ: ἀγήρω MUE 9. 10 ὡς συστατῷ Plato (συστατῷ Bernays): ὡς τά τῶ codd. 10 ἔχει ἰσχυρὰς transp. UE 11 ante περιιστάμενα add. καὶ E λυπεῖ codd.: λύει v (Plato) 11. 12 καὶ γῆρας] γῆράς τε Plato 12 διὰ τὴν αὐτὴν αἰτίαν Ε (διὰ δὴ τὴν αἰτίαν Plato) 13 ὅλον] ἓν ὅλον Plato ἐξ ὅλων ἀπάντων] ὅλων ἐξ ἁπάντων Plato ἀπάντων om. HP (Turn.) ἀγήρων P, ἀγείρων H: ἀγήρω MUE 14 παρὰ] περὶ U ἀφθαρσίαν] ἁμαρτίαν U 15 εἰλῆφθαι M ἀγέννητον UHP ἀκολουθίας Mang.: ἀληθείας codd. 16 ἀγενήτω E: ἀγεννήτω MUHP 17 τρίμερον M 18 τό τοι γενόμενον] τῷ τοι γενομένῳ coui. Mang. κατθανεῖν MPE: καταθανεῖν Η, κατακτανεῖν U 19 μὴ] μὲν Ε συνεὶς Bernays: συνθεὶς codd. ἀλλ’ ἀκολουθίαν E τῶν αἰτιῶν MU: om. HPE 19.20 γενέσεως καὶ τῆς add. Bernays 20 ὧδ’ ἔχει ΗΕ, ὧδε ἔχει MP: ὧδε ἔχη U (ὦδ’ ἔχειν v): ὧδ’ ἔχει conicio; ὦδ’ ἔχει coni. Bernays, ὁμολογεῖν ὅτι ὧδ’ ἔχει Buecheler, ὧδ’ εἰπεῖν Cumont)[*](4 sqq. Piat. Tim. 32c. 18 versus ignoti poetae: cf. Eur. Alc. 419 ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται et 782 βροτοῖς ἅπασιν κατθανεῖν ὀφείλεται.)
    v.6.p.82

    Ἑτέρως δέ ἐστι τοιόνδε· πάνθ’ ὅσα τῶν συνθέτων φθείρεται, διάλυσιν εἰς τὰ ἐξ ὧν συνετέθη λαμβάνει· διάλυσις δ’ οὐδὲν ἦν ἄρα ἢ πρὸς τὸ κατὰ φύσιν ἑκάστων ἐπάνοδος, ὥστε κατὰ τοὐναντίον ἡ σύνθεσις εἰς τὸ παρὰ φύσιν τὰ συνελθόντα βεβίασται. καὶ δὴ τάδ’ οὕτως ἔοικεν ἀψευδέστατα ἔχειν.

    ἄνθρωποι γὰρ ἀπὸ τῶν τεττάρων στοιχείων, ἃ δὴ ὅλα τοῦ παντός ἐστιν οὐρανοῦ, γῆς, ὕδατος, ἀέρος τε καὶ πυρός, βραχέα τὰ μέρη δανεισάμενοι συνεκράθημεν· τὰ δ’ ἀνακραθέντα τῆς κατὰ φύσιν θέσεως ἐστέρηται, θερμότητος μὲν τῆς ἀνωφοίτου κατωσθείσης, τῆς δὲ γεώδους καὶ βάρος ἐχούσης οὐσίας ἐπελαφρισθείσης καὶ τὸν ἄνω τόπον ἀντιλαβούσης,

    ὃν τὸ γεωδέστατον τῶν ἐν ἡμῖν ἐπέσχηκε κεφαλή. δεσμῶν δὲ φαυλότατος ὃν ἔσφιγξε βία, βαιὸς καὶ ὀλιγοχρόνιος· ῥήγνυται γὰρ θᾶττον ὑπὸ τῶν δεθέντων, ἅτε ἀπαυχενιζόντων διὰ πόθον [ὑπὸ] τῆς κατὰ φύσιν κινήσεως, πρὸς ἣν σπεύδοντα μετανίσταται· κατὰ γὰρ τὸν τραγικὸν

  • „χωρεῖ δ’ ὀπίσω
  • τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν
  • [*](1 ἑτέρως] ἑτέρω Ε δέ ἐστι ME: δ’ ἐστὶ UHP πάνθ’ om. Turn. 2 δὲ E 2. 3. πρὸς τό Buecheler: πρὸς τὰ HP (v), πρὸς τὴν MDE 3 ὥστε om. in lac. M; ὥσπερ coni. Buecheler ἡ σύνθεσις codd.: ἢ σύνθεσις Diels (Cumont), ᾖ σύνθεσις Rose, ἡ σύνθεσις tamquam glossema secludit Gomperz 4 βεβίαται Η καὶ δὴ τάδ’ Buecheler: καὶ δῆτα codd. (καὶ δῆλα L Turu.) 5 τεσσάρων E 6 ἐστι M οὐρανοῦ seclusit Cumont: sed cf. p. 87, 13. 89, 5 ὕδατος add. Bernays 6. 7 τά μέρη MUHP: τὰ om. E (L Turn.) 7 συνεκράθημεν MUHP: συνεκράθησαν E 7.8 τῆς κατὰ φύσιν θέσεως ΜUE: τῆς κατὰ φύσεως HP, τῆς κινήσεως L (v, τῆς κατὰ φύσιν κινήσεως Mang. in Corrig.) 8 θερμότητος M: θερμότης UHE (v), evan. in P 8. κατ, τῆς δὲ γεώδους Diels (Cumout): κάτω δὲ τῆς γεώδους codd.: κάτω, τῆς δὲ γεώδους Bernays: κάτω βιασθείσης, τῆς δὲ γεώδους Rose alteram Bernaysii coniecturam secutus; ψυχρότης δὲ τῆς γεώδους Turn., ψυχρότης δὲ ἰῆς κάτω· γεώδους Mang. 10 ἀντιλαβούσης ἐπιλαβούσης M (Beruays) ὃν U: ὦν MHPE; ὥστε Cumout ἐπέσχηκε U. ἐπέσχηκεν M: ἐπέσχημεν Η, ἐπέσχομεν P, ἐπέσχε E κεφαλὴ P: έν κεφαλῇ Cumont δεσμῶν] θεσμῶν HP, δεσμὸς E 11 δὲ om. P βαιός Mang.: βίαιος MUHP. βίαιός ἐστι E γὰρ] μὲν γάρ HP (Turn.) 12 ἀπαυχενιζόντων DE: ἐπαυχενιζόντων MHP ὑπὸ seclusit Mang. 13 σπεύδοντα MUE: σπεύδοντες HP (Turn.) 16 γαίας DE: γαίης Μ. τῆς ΗΡ φύντες γαῖν M εἰς] ἐς codd. (v)) [*](1 sqq. Arist. frg. 20 (ed. Rose, Lips. 1886). 7 δανεισάμενοι: Plato Tim. 42 e . . . πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια. 15 sqq. Eur. frg. 839, 8—14 Nauck2; cf. Heraclit. Allcg. Hom. c. 22. Mnrc. Antouin. VII 50. Plut. de plac. philos. V 19 p. 908 d.)
    v.6.p.83
  • τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς
  • εἰς οὐράνιον πόλον ἦλθε πάλιν·
  • θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων,
  • διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο
  • μορφὴν ἰδίαν ἀπέδειξεν.“
  • τοῖς μὲν δὴ φθειρομένοις ἅπασι νόμος ἀναγέγραπται καὶ θεσμὸς οὗτος,