De Aeternitate Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστούμενοι τὸ λεγόμενον, ἐπειδὴ γὰρ ἀναφανεῖσα δήλη ἐγένετο, ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. διὸ καὶ Πίνδαρος ἐπὶ τῆς Δήλου φησί·

  • "Χαῖρ’, ὦ θεοδμάτα, λιπαροπλοκάμου
  • παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος,
  • πόντου θύγατερ, χθονὸς εὐρείας ἀκίνητον τέρας, ἅν τε βροτοὶ
  • Δᾶλον κικλῄσκουσιν, μάκαρες δ’ ἐν Ὀλύμπῳ τηλέφαντον κυανέας χθονὸς
  • ἄστρον.“
  • [*](1 τῆ συνεχεῖ M: τῇ συνεχείᾳ coni. Buecheler κολάπτουσα κλάπτουσα E cod. r, βαλάπτουσα E cod. a, καλύπτουσα U 2 σκληρόγεω scripsi: σκληρόγεων codd. λιθοδεστάτην H 3 ἡ γε] εἴ γε IIP θάλαττα Cumont δὲ Ε 5 θαλάττης ME: θαλάσσης UHP 6 διεφάνισαν M 7 γραφεῖσαι E τὴν δέ Δῆλον—110, 1 αἰνιττόμενος om. E Ἀνάφην v (Turn.): ἀναγραφὴν UHP ἀναγράφειν M S ἐπειδὴ γὰρ M: ἐπειδὴ UH(P?) ; cf. Vahlen ad Arist. Poet. p. 131 3 9 δήλη codd.: δῆλος Diels coll. Eur. Med. 1197 (Cumont) 9. 10 verba διὸ καὶ Πίνδαρας—110, 1 αἰνιττόμενος post εἴωθεν ἀποβράττεσθαι (110, 6) exhibent codd., huc transponenda esse vidit Buecheler 11 χαῖρ’ ὦ] U θεοδμάτα Boeckh: θεόδμητα M (Mang.), θεότμητα U, θεοτίμητε HP (Turn.) 12 παίδεσσι Boeckh: παῖδ’ οἱ M, παῖδες οἱ UHP παῖδες ᾖ Turn., παιδὸς Mang.) 13 ἀκίνητον] ἄκμητον U ἅ ἄν Η 14 Δαλὸν] δ’ ἄλλον Η κικλήσκοισιν Bergk μάκαρες] μάκαρ M τηλέφαντον Bergk: τηλέφατον codd. κυανέας v (Turn.): κυαναίας UH(P?), κυανοίας M: κρανάας coni. Mang.) [*](4 sqq. Plin. N. H. II 202 nascuutur et alio modo terrae ac repente in ajiquo mari emergunt, velut paria secum faciente natura quaeque hauserit hiatus alio loco reddente. clarae iam pridem insulae Delos et Rhodos memoriae produntur; et natae postea minofes ultra Melon Anaphe . . . Amm. Marcell. XVII 7, 13 fiunt autem terrarum motus uiodis quattuor: aut enira brasmatiae sunt, qui humum intus susciTantes sursum propellunt immanissimas moles, ut in Asia Delos emersit et Hiera et Anaphe et Rhodos. 7 sqq. Apoll. Rhod. IV 1709 sqq. Apollod. Bibl. I 139 (Argonautae) πλέοντες δέ νυκτὸς σφοδρῷ περιπίπτουσι χειμῶνι. Ἀπόλλων δὲ στὰς ἐπὶ τὰς Μελαντίους δειράς τοξεύσας Ttjji βέλει εἰς τὴν θάλασσαν κατήστραψεν. οἱ δέ πλησίον ἐθεάσαντο νῆσον, τῴ δὲ παρὰ προσδοκίαν ἀναφανῆναι προσορμισθέντες Ἀνάφην ἐκάλεσαν. errat Philo, cum Delum et Anaphen eandem esse insulam dicit. 9 Callim. Ilymn. IV 53. Orac. Sihyll. III 363 ἐσεῖται Δῆλος ἄδηλος. 10 Pind. frg. 87 (Bergk).)
    v.6.p.110
    θυγατέρα γὰρ πόντου τὴν Δῆλον εἴρηκε τὸ λεχθὲν αἰνιττόμενος.

    πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηρανθέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους, οἷς σημεῖ’ ἄττα τῆς παλαιᾶς ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδάς τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποβράττεσθαι.

    εἰ δὴ μειοῦται ἡ θάλαττα, μειωθήσεται μὲν καὶ ἡ γῆ, μακραῖς δ’ ἐνιαυτῶν περιόδοις καὶ εἰς ἅπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατ’ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν τὴν πυρός.

    Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευὴν χρῶνται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο, οὗ πάντα τὰ μέρη φθαρτά ἐστι, τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι, φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν.

    ὃ δ’ ὑπερεθέμεθα, νῦν ἐπισκεπτέον. ποῖον μέρος τῆς γῆς, ἵνα ἀπὸ ταύτης ἀρξώμεθα, μεῖζον ἢ ἔλαττον, οὐ χρόνῳ διαλύεται; λίθων οἱ κραταιότατοι ἆρ’ οὐ μυδῶσι καὶ σήπονται καὶ κατὰ τὴν ἕξεως ἀσθένειαν — ἡ δ’ ἐστὶ πνευματικὸς τόνος, δεσμὸς οὐκ ἄρρηκτος ἀλλὰ μόνον δυσδιάλυτος — θρυπτόμενοι καὶ ῥέοντες εἰς λεπτὴν τὸ πρῶτον ἀναλύονται κόνιν, εἶθ’ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται; τί δ’, εἰ μὴ πρὸς ἀνέμων ῥιπίζοιτο [*](1 τὴν Δῆλον] τὴν δ’ Η 2 μεγάλων] μεγάλην M: μεταλλαγῇ coui. Diels 4 σημεῖ’ ἄττα Bernays: σημεῖα τά codd. G εἴωθεν MUE: εἰώθασιν HP (Turn.) εἰ δὴ M: εἰ δὲ UHPE (v) 6. 7 μειωθήσεται μὲν καὶ scripsi: μειωθήσεται μὲν MUE, μειωθήσεται καὶ HP (Turn.) 7 περιοδικοῖς ut vid. P καὶ aute εἰς ἅπαν seclusit Cumont 8 ἀναλυθήσεται UE δαπανηθήσεται etiam P δὲ καὶ HP: 61 om. MUE 9 τὰ ante πάντα om. M 10 τὴν πυρός] τοῦ πυρός Beruays, errore ut vid. 11 δὲ om. H (Turn.) κεφαλαίου κατασκευὴν M: κατασκευὴν κεφαλαίου Ε, κατασκευὴν τοῦ κεφαλαίου UHP (Turn.) χρῶνται UE: χρᾶται M χρῆται Bernays), χρήσεται HP (Turn.; χρήσονται Mang.) 12 πάντα τὰ μἐρη Ε: τὰ om. MUHP (v) 13 ἄρα καὶ E ἐστίν om. E 14 δὲ Ε ταύτης] ταὐτοῦ Ε 15 μεῖζον ἢ ἔλαττον MUE: μεῖον δὲ ἢ ἔλαττον HP μειοῦται, εἰ ἔλαττον Turn.) οὐ] ὃν Turn. διαλύεται Mang.: διαλύσεται MUHP (Turn.), διαλυθήσεται Ε (Bernays) οἱ κράτιστοι M 16 μυδῶδι καὶ σήπονται MUE: μυδῶσιν ὡς σήπονται P, δῶσιν ὡς σήπονται HL μυδῶσιν; οὐ σήπονται Turn.) καὶ add. Weudl. 16. 17 ἡ δ’ ἐστὶ] ἥδ’ ἔστι codd. ἡδ’ ἐστὶ Turn., ἥδ’ ἐστι Mang., ἢ δ’ ἐστὶ Beruays, ἡ δ’ ἔστι Cumont) 17 ἄρηκτος H 18 θρυπτόμενος HP 18. 19 εἶθ᾿ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται om. M 19 ἐξαναλοῦνται Beruays: ἐξαναλύονται UHPE; ἐξανήλωνται coni. Mang. τί δ’ codd.: ἔτι δ’ V (Turn.) ἀνέμων MHP: ἀνέμω U. ἀνέμου Ε ῥιπίζοντα H) [*](12 sq. Diog. La. VII 141 ... ἀρέσκει δ’ αὐτοῖς καὶ φθαρτὸν εἶναι τὸν κόσμον, ἅτε γενητὸν τῷ λόγῳ τῶν δι’ αἰσθήσεως νοουμένων, οὖ τά τε μέρη φθαρτά ἐστι καὶ τὸ ὅλον. τὰ δέ μέρη τοῦ κόσμου φθαρτά, εἰς ἄλληλα γὰρ μεταβάλλει· φθαρτὸς ἄρα 6 κόσμος.)

    v.6.p.111
    τὸ ὕδωρ, ἀκίνητον ἐαθὲν οὐχ ὑφ’ ἡσυχίας νεκροῦται; μεταβάλλει γοῦν καὶ δυσωδέστατον γίνεται, οἷα ψυχὴν ἀφῃρημένον ζῷον.

    ἥ γε μὴν ἀέρος φθορὰ παντί τῳ δῆλον· νοσεῖν γὰρ καὶ φθίνειν καὶ τρόπον τινὰ ἀποθνῄσκειν πέφυκεν. ἐπεὶ τί ἄν τις μὴ στοχασάμενος ὀνομάτων εὐπρεπείας ἀλλὰ τἀληθοῦς εἴποι λοιμὸν εἶναι πλὴν ἀέρος θάνατον τὸ οἰκεῖον πάθος ἀναχέοντος ἐπὶ φθορᾷ πάντων ὅσα ψυχῆς μεμοίραται;

    τί χρὴ μακρηγορεῖν περὶ πυρός; ἀτροφῆσαν γὰρ αὐτίκα σβέννυται, χωλόν, ᾗ φασιν οἱ ποιηταί, γεγονὸς ἐξ ἑαυτοῦ· διὸ σκηριπτόμενον ὀρθοῦται κατὰ τὴν τῆς ἀναφθείσης ὕλης μονήν, ἐξαναλωθείσης δ’ ἀφανίζεται.

    τὸ παραπλήσιον μέντοι καὶ τοὺς κατὰ τὴν Ἰνδικὴν δράκοντάς φασι πάσχειν· ἀνέρποντας γὰρ ἐπὶ τὰ [*](1 οὐκ ἀκίνητον Ε οὐχ om. UHE νεκροῦται] νεκροῖτα᾿ ἄν Cumont 2 δυσωδέστατον MUE: τὸ δυσωδέστατον HP (v) γίγνεται E 2.3 ἥ γε μὴν ἀέρος φθορὰ scripsi: ἇί γε μὴν ἀέρος φθοραὶ codd. 3 δῆλον codd.: δῆλαι Bernays; δῆλοι coni. Cumont ἀποθνήσκων M 4 στοχασάμενος M: στοχαζόμενος UHPE (v) εὐπρεπείαις U(E cod. b) 5 τάκληθοῦς E: τοῦ ἀληθοῦς MUHP εἴποιμι εἴποιμι HP (Turn.) 6 πάντων MUPE: ἁπάντων H (v) μεμοίρανται H(P?) 7 χωλόν—112 16 πνιγῇ τελευτῶσιν om. E χωλόν] χωλὸς Ἥφαιστος Cumont οἱ om. U 8 γεγονὸς ἐξ ἑαυτοῦ· 016 σκηριπτόμενον] γεγονὼς ἐξ αὐτοῦ Διός σκηριπτόμενος Cumout: post Διός add. ὅτι Comperz κατὰ τὴν] κάτα τὸν M 9 ὕλης μονὴν ἐξαναλωθείσης om. U ὕλην H μονήν] νομὴν Useuer (Cumont)) [*](7 sqq. Heraclit. Alleg. Hoin. c. 26 (= schol. Β ad Hom. H. A 591) . . . ἐπεὶ ἡ πυρὸς οὐσία διπλὴ, καὶ τὸ μέν αἰθέριον . . . οὐδὲν ὑστεροῦν ἔχει πρός τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὅλη οὐσία?), πρόσγειος οὔσα, φθαρτὴ καὶ διὰ τῆς ὑποτρεφούσης ὕλης ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο τὴν μὲν ὀξυτάτην φλόγα συνεχῶς συνεχῶς Ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον· ὅθεν εἰκότως κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου τοῦτο νενόμισται χωλόν εἶναι τὸ πῦρ ἄλλως τε καὶ πάσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· τὸ δὴ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἄν ἐπὶ πλέον παραμεῖναι, συμβολικῶς χωλὸν εἴρηται. Plut. de facie in orbe lunae 5 p. 922 a ὅτι μέντοι πῦρ ἀνθρακῶδες . . . οὐκ ἔχει διαμονὴν οὐδὲ σύστασιν ὅλως, ἐὰν μὴ στερεᾶς ὕλης καὶ στεγούσης ἄμα κοὶ τρεφούσης ἐπιλάβηται, βέλτιον οἶμαι συνορᾶν ἐνίων φιλοσόφων τοὺς ἐν παιδιὰ λέγοντας τὸν Ἥφαιστον εἰρῆσθαι χωλόν, ὅτι τὸ πῦρ ξύλων χωρὶς ὥσπερ οἱ χωλοὶ βακτηρίας οὐ πρόεισιν. Cornut. Tlieol. c. 19 p. 33, 14 (Lang) τὸ δ’ ἐν χρήσει καὶ ἀερομιγές (πῦρ) Ἥφαιστος . . . χωλὸς δέ παραδέδοται . . . τάχα δὲ ἀπό τοῦ μὴ δύνασθαι προβαίνειν δίχα ξυλώδους τινὸς ὡσὰν βάκτρου. 10 sqq. Plin. N. H. VIII 32 elephantos fert Africa . . . sed maximos India bellantesque cum iis perpetua discordia dracones tantae magnitudinis et ipsos, ut circuraplexu facili ambiant nexuque nodi praestriugant. commoritur ea dimicatio, victusque conruens conplexum elidit pondere. Ambro-s. Hexam. III 9, 40 ... draco elephantum ligat, cuius ruina mors victoris est. et ideo summa vi utrimque certatur, ille ut pedem alliget, in quo casus vincti sibi nocere non possit, iste ne posteriore extremus pede aut calle capiatur angusto, ubi vel ipse se non queat retorquere et draconera gravi proterere vestigio vel sequentis elephanti auxilium non habere. cf. Aelian. Nat. anira. VI 21.)

    v.6.p.112
    μέγιστα τῶν ζῴων, ἐλέφαντας, περὶ νῶτα καὶ νηδὺν ἅπασαν εἱλεῖσθαι, φλέβα δ’ ἣν ἂν τύχῃ διελόντας ἐμπίνειν τοῦ αἵματος, ἀπλήστως ἐπισπωμένους βιαίῳ πνεύματι καὶ συντόνῳ ῥοίζῳ· μέχρι μὲν οὖν τινος ἐξαναλουμένους ἐκείνους ἀντέχειν ὑπ’ ἀμηχανίας ἀνασκιρτῶντας καὶ τῇ προνομαίᾳ τὴν πλευρὰν τύπτοντας ὡς καθιξομένους τῶν δρακόντων, εἶτα ἀεὶ κενουμένου τοῦ ζωτικοῦ, πηδᾶν μὲν μηκέτι δύνασθαι, κραδαινομένους δ’ ἑστάναι, μικρὸν δ’ ὕστερον καὶ τῶν σκελῶν ἐξασθενησάντων, κατασεισθέντας ὑπὸ λιφαιμίας ἀποψύχειν, πεσόντας δὲ τοὺς αἰτίους τοῦ θανάτου συναπολλύναι τρόπῳ τοιῷδε·

    μηκέτ’ ἔχοντες τροφὴν οἱ δράκοντες ὃν περιέθεσαν δεσμὸν ἐπιχειροῦσιν ἐκλύειν ἀπαλλαγὴν ἤδη ποθοῦντες, ὑπὸ δὲ τοῦ βάρους τῶν ἐλεφάντων θλιβόμενοι πιέζονται, καὶ πολὺ μᾶλλον ἐπειδὰν τύχῃ στέριφον καὶ λιθῶδες τὸ ἔδαφος· ἰλυσπώμενοι γὰρ καὶ πάντα ποιοῦντες εἰς διάλυσιν, ὑπὸ τῆς τοῦ πιέσαντος βίας πεδηθέντες, ἑαυτοὺς πολυτρόπως ἐν ἀμηχάνοις καὶ ἀπόροις γυμνάσαντες ἐξασθενοῦσι καὶ καθάπερ οἱ καταλευσθέντες ἢ τείχους αἰφνίδιον ἐπενεχθέντος προκαταληφθέντες, οὐδ’ ὅσον ἀνακύψαι δυνάμενοι. πνιγῇ τελευτῶσιν. εἰ δὴ τῶν μερῶν ἕκαστον τοῦ κόσμου φθορὰν ὑπομένει, δῆλον ὅτι καὶ ὁ ἐξ αὐτῶν παγεὶς κόσμος ἄφθαρτος οὐκ ἔσται.

    Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδε, φασίν· εἰ ὁ κόσμος ἀίδιος ἦν, ἦν ἂν καὶ τὰ ζῷα ἀίδια καὶπολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον. ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βουλομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δ’ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας, οὐ μόνον [*](1 τῶν ζώων codd.: τῶν om. v περὶ νῶτα MU: περὶ δὲ νῶτα HP (περὶ τά νῶτά Turn.) εἰλεῖσθαι codd. 3. 4 ἐξαναλουμένους MP: ἐξαναλωμἐνους U, ἐξαναλουμένης H (Turn.) 4. 5 προνομαία H, προνομιαία U 5 καθιξομένους U: καθεξομένους M, καθιζομένους HP 6 κενουμένου M: κινουμένου UHP 7 ἑστάναι] εὐτάναι Η 8 ὑπὸ λιφαιμίας om. in lac. HP (Turn.) λειφαιμίας MU ἀποψύχειν MHP: ἀποθνήσκειν U (Mang.) 9 συναπολὐναι HP 10 δεσμῶν P 11 πιέζονται U: πιεζοῦνται MHP (Bernays) 12 τύχοι P τὸ ἔδαφος M: τὸ om. UHP (Turn.) 13 ὑπὸ in ὑπέρ corr. U2 14 γυμνάσαντες V (Turn.): γυμνώσαντες codd. 15 καὶ ante καθάπερ add. Bernays, om. codd. ἢ] οἲ L (Turn.) ἐπενεχθέντος MU: υιπενεχθέντος HP (v) 16 πνιγῇ] τῆ γῆ M 17 ὑπομένει MHP: ἐπιμένει UE δῆλον ὅτι] δηλονότι codd. 19 ἀκριβωτέον MH(P?): ἀκριβὡτερον U, ἀκριβέστερον Ε ἀκριβωτέον ὦδε, φασίν· distinxi: ἀκριβωτέον ὦδέ φασιν Turn., ἀκριβωτέον ὧδέ φασιν· Mang. (Diels Cumont), ἀκριβωτέον ὧδε· φασὶν Bernays 19. 20 εἰ ὁ κόσμος E: εἰ om. M, ὁ om. UH(P?) 20 τὸ τῶν Ε: τό om. M, τῶν om. UΗP (v) 22 φανῆναι] φανήσεται coni. Usener τὰ φύσεως] τὰς φύσεις E; τά φύσεως φυσικῶς Bernays 23 ἀνθρώπους E συνυπάρξας M)

    v.6.p.113
    ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον, ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔστιν.