De Vita Contemplativa
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν.
ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες [*](Tit. Φίλωνος ἱκέται ἣ περὶ ἀρετῶν δ’ C, φίλωνος περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ’ MG, τοῦ αὐτοῦ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ΄ F, Φίλωνος ἰουδαίου περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῆς τὸ τέταρτον Α, περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν HP (v), περὶ βίου θεωρητικοῦ Arm) [*](1 διαλεχθείς] disputaturus Lat 2 τὸ γοῦν φορητότερον εἰπεῖν] ne mediocrius adseram Lat φορητότερον] ἀφορητότερον CHP Αrm (Conyb.), εὐφορητότερον mg C (Turn.) 3 διενεγκόντων Α 4 τῆς] τῆ F 5 ἐν om. Mang.) [*](6 τοῖς om. Arm 8 δὲ ὅμως] δ’ ὁμοίως Α, οὖν F in ras. 11 διὰ] ἀπὸ A θεραπευτρίδαις P, θεραπευτίδες Α) [*](11 sqq. Euseb. Hist. eccl. II 17, 3 πρῶτόν γέ τοι τὸ μηθὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν (l. 5), οἷς ἱστορήσειν ἔμελλεν, ἀπισχυρισάμενος (scil. Φίλων) ἐν ᾧ ἐπέγραψεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἡ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν, τἀς αἰτίας ἐπειπὼν τῆς τοιάσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς τῶν ἀπό κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν ἡ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.)
ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων.
ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας.
ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους;
ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς [*](1 κρείττονα Α 2 ἐκείνη δὲ] ἡ δέ M 3 τε om. CF (v) ἅς] αἷς C 3. 4 ἐγκατέσκηψαν scripsi (coni. etiam Wendl.): κατέσκηψαν codd. (v) ; cf. quod det. pot. insid. sol. § 178 4 ἡδοναί τε καὶ Mang. καὶ ante λῦπαι om. HP (Turn.) 5 ἀνήνυτον] ἀνηκέστων A 7 τὸ ὂν ὄντως Arm ἐστὶν C 8 οἷς τίνας] οὓς τίνι vel οὗς τίσιν Arm τινάς ΜΑ 9 ἄρα] οὐκ ἄρα CMAP τολμῶντας Α (τιμ ss. man. rec.) 10 ἕτεροι] ἕτερος A μέν τὸ πῦρ transp. 12 διὰ τό ποτὸν εἶναι Arm 13 δήμητρα G πάντων δοκεῖ εἶναι Arm ζώων τε καὶ φυτῶν Arm 14 ἐστιν om. G εὑρέματα Α 15 αὑτῆς Α ὑποβεβλημένα (sed a in ras.) F 16 τοὺς] τὰς F 17 πλανήτας ἀστέρας transp. Α πλάνητας MH1P: πλανήτας ceteri (v) ἢ ante τὸν om. Turn. 18 καὶ post ἀλλὰ om. M γεγόνασιν corr. ex γέγονας F 19 ὑπό] ἀπό M 20 71 τοῦτο Arm: ἢ τοῦτο codd. (Turn.) ; ἦ om. Mang. ἂν om. F 21 δίχα καὶ τοῦ MGHP ἀνεπίληπτον F 22 ἀκρασίας] ἀκοῆς M, διανοίας HP ἀνάπλεων om. in lac. M εὐαγῶς] εὐλόγως Α) [*](10 sqq. cf. Diod. Sic. I 12. Plut. de Is. et Osir. 32 p. 363 d. Cornut. Theol. c. 3. 4. 19. 28. 16 sq. cf. Diod. I 11. Diog. La. I 10.)
ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.
τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν.
καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.
Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται. [*](1 εἰ corr. in αἳ Η2, οἳ L γυναιξὶν C 2 οἱ ἀμέτοχοι παντὸς πάθους Arm εὑ τρισδαίμονες Α (ευ ss. man. rec.) 3 τοὺς om. CMHP1 Lat post ἀγάλματα add. σέβοντας Α (Mang.) 4 τελέως Α δρυτόμων CA (Mang.) 6 ποδόνιπτα Α ἄλλ’ ἅττα Α 7 ὑπερτερεῖ F ἢ πρὸς τὰς MG 8 ἄλογα ζῷα Arm Lat (Conyb.) ; cf. de decal. § 76 καὶ ante θηρίων om. C 9 παραγειόχασιν C, παραγνώκασιν (ωκ ex οχ corr.) Η ante ἐξ add. καὶ τῶν κατά σελήνην F 10 μὲν om. C κροκώδειλον C1 ἀεροπόρον H 11 ἰκτῆνον F, ἰκτῖνα GA ἴβιν codd. (v) 12 μετὰ περιττωμάτων F, περιττωμάτων μεστὰ HP (v) 13 ἰοβόλα] ἐπίβουλα coni. Mang. μόνω CM 14 τῴ om. F βιαίῳ CA Arm: βιαίως ceteri (Turn.) 15 ἀνήμερα καὶ om. C ἀτίθασσα CMA (v) 16 θερσίτησι C1 Arm: θηρσί τισι ceteri (v), monstris Lat 17 καὶ δοῦλα φύσει Arm, καὶ δοῦλα om. H 19 πλησιάζοντας αὑτοῖς Conybeare ex Arm Lat φλυαρίας om. Α ἀθεράπευτοι M Arm Lat: αὐτοὶ ἀθεράπευτοι FGHP (v), αὐτῆς, ἀθεράπευτοι CA διαλειπέτωσαν F 20. 21 τὴν τοῦ σώματος M (Mang.), τοῦ σώματος P 21 τὴν τῆς ψυχῆς M (Mang.), τῆς ψυχῆς FP τὸ ante ψεῦδος om. v μόνῃ om. M Arm (Conyb.)) [*](7 sqq. Aristid. Apolog. p. 107 ed. Harris (Texts and Studies I) Αἰγύπτιοι δέ . . . ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα καὶ τὰ φυτά καὶ βλαστά.)