De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

προθεσμία δ’ ἔστω τῆς φυγῆς ὁ βίος τοῦ μεγάλου ἱερέως, οὗ τελευτήσαντος ἀμνηστίας ἀξιωθεὶς κατίτω. ταῦτα καὶ τὰ τούτοις παραπλήσια νομοθετήσας περὶ τῶν ἱερέων ἑξῆς ἀναδιδάσκει περὶ ζῴων, ἃ πρὸς θυσίας ἐστὶν ἐπιτήδεια.

Τῶν εἰς τὰς ἱερουργίας ζῴων τὰ μέν ἐστι χερσαῖα, τὰ δὲ ἀεροπόρα. τὰ μὲν οὖν τῶν πτηνῶν ἔθνη μυρία ὅσα παρελθὼν δύο μόνα ἐξ ἁπάντων εἵλετο, περιστερὰν καὶ τρυγόνα, διότι περιστερὰ μὲν τῶν φύσει τιθασῶν καὶ ἀγελαστικῶν ἡμερώτατον, τρυγὼν δὲ τῶν φύσει μονωτικῶν τιθασώτατον.

τὰς δὲ τῶν χερσαίων ἀμυθήτους ἀγέλας, ὧν οὐδ’ ἀριθμὸν εὑρεῖν εὔπορον, ὑπερβὰς τρεῖς ἀριστίνδην ἐπέκρινε, βοῶν καὶ προβάτων καὶ αἰγῶν· ἡμερώταται γὰρ αὗται καὶ χειροηθέσταται· βουκόλια γοῦν μεγάλα καὶ ποίμνια καὶ αἰπόλια πρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος, οὐκ ἀνδρὸς μόνον ἀλλὰ καὶ κομιδῇ νηπίου παιδός, εἴς τε [*](1 ἔσχον F post ἣν add. τις R 2 κατακαλείσθω (?) Arm 3 πόθου F ἀνῃρέθη F 4.5 τῶν δικαίων RAH: τοῦ δικαίου F (v) 5. 6 προσελευσόμενος F (Turn.) 7 φυγῆς] φύσεως Αrm 8 ἀμνηστίας RFA: ἀμνηστείας H (Turn.) 10 θυσίας RF: θυσίαν AH (Turn.) ἐστὶν] ἦν F 11.12 tit. περὶ ζώων τῶν εἰς ἱερουργίας καὶ τίνα τῶν θυσιῶν εἴδη R τὰς ἱερουργίας et τὰ εἴδη scripsi): περὶ τῶν εἰς τὰς ἱερουργίας ζώων καὶ τίνα τῶν θυσιῶν τὰ εἴδη F (cf. Euseb. Hist. Eccl. II 18,5), περὶ ζώων τῶν εἰς τὰς θυσίας καὶ τίνα τῶν θυσιῶν τὰ εἴδη Α, τοῦ αὐτοῦ περὶ ζώων τῶν εἰς θυσίας καὶ τίνα τῶν θυσιῶν τὰ εἴδη H (v) 13 εἰς τὰς ἱερουργίας RF: ἐν ταῖς ἱερουργίαις AH (Turn.) δ’ F 15 περιστερὰν καὶ τρυγόνα RF: om. AH (Turn.) 16 τιθασῶν R, τιθασσῶν FA: τιθασσικῶν H (Turn.) 17 τιθασώτατον R: τιθασσότατον F (v), τιθασσότερον ΑΗ; χειροηθήστατον coni. Mang. τὰς δὲ RF: τάς τε ΑΗ 18 εὔπορον, ὑπερβὰς] προσυπερβὰς F τρεῖς ἀριστίνδην] τρισαρίστην δεῖν Η 20 γοῦν] γὰρ F ποίμνια καὶ αἰπόλια RF: αἰπόλια καὶ ποίμνια AH (v) ἄγεται F: ἄγονται RAH (v) 21 εἴς τε νομὴν F: εἴς γε νομὰς RA (v), εἴς γε νομ(??) Η) [*](5 Num. 35,26. 27 7 Num. 35,25. 28 15 Lev. 1,14 19 Lev. 12.)

v.5.p.40
νομὴν ἐξιόντα καὶ ὁπότε δέοι πάλιν εἰς σηκοὺς ὑποστρέφοντα ἐν κόσμῳ.

τῆς δ’ ἡμερότητος πολλὰ μὲν καὶ ἄλλα σημεῖα, σαφέστατα δὲ ταυτί· τό τε πάντα εἶναι χλοηφάγα καὶ μηδὲν αὐτῶν σαρκοβόρον καὶ τὸ μήτε γαμψοὺς ἔχειν ὄνυχας μήτε τὴν ἔκφυσιν τῶν ὀδόντων παντελῆ· τὸ γὰρ ἀνωτέρω φάτνιον οὐκ ὀδοντοφυεῖ, ἀλλ’ ὅσοι τομίαι τῶν ὀδόντων κατ’ αὐτὸ ἐπιλελοίπασι.

πρὸς δὲ τούτοις καὶ βιωφελέστατα τῶν ζῴων ἐστί· κριοὶ μὲν εἰς ἐσθῆτας, τὴν ἀναγκαιοτάτην σκέπην σωμάτων, βόες δὲ εἰς τὸ ἀρόσαι γῆν καὶ προετοιμάσασθαι πρὸς σπόρον καὶ τὸν γενόμενον ἀλοῆσαι καρπὸν εἰς μετουσίαν καὶ ἀπόλαυσιν τροφῆς, αἰγῶν δὲ αἱ τρίχες καὶ δοραὶ συνυφαινόμεναί τε καὶ συρραπτόμεναι φορηταὶ γεγόνασιν ὁδοιπόροις οἰκίαι καὶ μάλιστα τοῖς ἐν στρατείαις, οὓς ἔξω πόλεως ἐν ὑπαίθρῳ τὰ πολλὰ διατρίβειν ἀναγκάζουσιν αἱ χρεῖαι.

πάντα δ’ ὁλόκληρα, περὶ μηδὲν μέρος κηραίνοντα τοῦ σώματος, ὅλα δι’ ὅλων ἀσινῆ, μώμων ἀμέτοχα· τοσαύτη γοῦν ἐστι πρόνοια, οὐ μόνον τοῖς ἀνάγουσι τὰς θυσίας ἀλλὰ καὶ τοῖς ἱερωμένοις, ὥστε οἱ δοκιμώτατοι τῶν ἱερέων ἀριστίνδην ἐπικριθέντες εἰς τὴν τῶν μώμων ἐπίσκεψιν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν ἄκρων ἐρευνῶσιν ὅσα τε ἐμφανῆ καὶ ὅσα ὑπὸ γαστρὶ καὶ μηροῖς ἀποκέκρυπται, μή που τις βραχεῖα λώβη διαλέληθε.

τὸ δ’ ἀκριβὲς καὶ περιττὸν τῆς ἐξετάσεως οὐχ ἕνεκα [*](1 ὑποστρέφοντ’ F 3 πάντ’ F εἶναι χλοηφάγα RF: χλοηφάγα εἶναι AH (v) 4 ἔχειν ὄνυχας RF: ὄνυχας ἔχειν ΑΗ (v) τὴν ἔκφυσιν R: τὴν ἔκφυσιν τὴν FAH (v) 5 ἀνωτέρω RF: ἐνδοτέρω ΑΗ (Turn.) φατνεῖον F 5. 6 ὅσοι τομίαι τῶν ὀδόντων R (Mang.): τομίαι om. AH (Turn.), ὀδόντων om. F 6 κατ’ αὐτὸ RFA: κατ’ αὐτοῦ Η (Turn.) 7 τῶν om. R ἐστί F: εἰσί RAH (v) ἐσθῆτας τὴν ἀναγκαιοτάτην om. F ἡ δ’ F εἰς τἀρόσαι F προετοιμάσαι F πρὸς σπόρον R: πρὸς om. FAH (v) ; εἰς σπόρον coni. Mang. 9 γενόμενον RF: γινόμενον AH (v) 10 αἱ τρίχες καὶ δοραὶ R: τρίχες καὶ δοραὶ F, αἱ τρίχες, αἱ εἰ δοραὶ AH (Turn.) ; καὶ τρίχες καὶ δοραὶ Mang. 11 οἰκίαι Α, οἰκεῖαι R 12 τὰ πολλὰ διατρίβειν RF: τὰ πολλὰ post χρεῖαι transp. AH (v) 13 κηραίνεται L (Turn.) τοῦ σώματος RAH: τὰ τοῦ σώματος F (v) 14 ὅλα] ἀλλὰ F 15 ὥστε AH: ὥστ’ (sic) F, ὡς R 16. 17 ἐπὶ ποδῶν ἄκρων (om. κριθέντε— ἄχρι) Turn. 17 ἐπίσκεψιν RF: σκέψιν AH (v) ἀπὸ κεφαλῆς codd.: ἀπὸ τῆς κεφαλῆς v ἄχρις AH τ’ F ἐμφανῆ] ἐμφαίνει F 18 ὅσ’ F ὑπὸ RF: ἐπὶ AH (v) ἀποκέκρυπται F: ὑποκέκρυπται R, ἀνακέκρυπται AH (v) 19 δὲ AH) [*](5 cf. Arist. Hist. anim. II 1 p, α 10 ὅσα μὲν γάρ ἐστι κερατοφόρα, οὐκ ἀμφώδοντά ἐστιν· οὐ γὰρ ἔχει τοὺς προσθίους ὀδόντας ἐπὶ τῆς ἄνω σιαγόνος. 13 Lev. 221825. cf. Arist. ap. Athen. XV 674 f (frg. 101 Rose).)

v.5.p.41
τῶν καταθυομένων ἀλλὰ τοῦ περὶ τοὺς καταθύοντας ἀνυπαιτίου γίνεται· βούλεται γὰρ αὐτοὺς ἀναδιδάξαι διὰ συμβόλων, ὁπότε προσέρχοιντο βωμοῖς ἢ εὐξόμενοι ἢ εὐχαριστήσοντες, μηδὲν ἀρρώστημα ἢ νόσημα ἢ πάθος ἐπιφέρεσθαι τῇ ψυχῇ, πειρᾶσθαι δ’ ὅλην δι’ ὅλων ἀκηλίδωτον ἁγιάζειν, ὡς ἰδόντα μὴ ἀποστραφῆναι θεόν.

Ἐπεὶ δὲ τῶν θυσιῶν αἱ μέν εἰσιν ὑπὲρ ἅπαντος τοῦ ἔθνους, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, ὑπὲρ ἅπαντος ἀνθρώπων γένους, αἱ δ’ ὑπὲρ ἑκάστου τῶν ἱερουργεῖν ἀξιούντων, λεκτέον πρότερον περὶ τῶν κοινῶν. θαυμαστὴ τούτων ἡ τάξις ἐστίν· αἱ μὲν γὰρ ἀνάγονται καθ’ ἑκάστην ἡμέραν, αἱ δὲ ταῖς ἑβδόμαις, αἱ δὲ νουμηνίαις καὶ ἱερομηνίαις, αἱ δὲ νηστείαις, αἱ δὲ τρισὶ καιροῖς ἑορτῶν.

καθ’ ἑκάστην μὲν οὖν ἡμέραν δύο ἀμνοὺς ἀνάγειν διείρηται, τὸν μὲν ἅμα τῇ ἕῳ, τὸν δὲ δείλης ἑσπέρας, ὑπὲρ εὐχαριστίας ἑκάτερον, τὸν μὲν ὑπὲρ τῶν μεθ’ ἡμέραν, τὸν δ’ ὑπὲρ τῶν νύκτωρ εὐεργεσιῶν, ἃς ἀπαύστως καὶ ἀδιαστάτως ὁ θεὸς τῷ γένει τῶν ἀνθρώπων χορηγεῖ.

ταῖς δ’ ἑβδόμαις διπλασιάζει τὸν τῶν ἱερείων ἀριθμόν, ἴσα προστιθεὶς ἴσοις, ἰσότιμον ἡγούμενος αἰῶνι τὴν ἑβδόμην, ἣν καὶ γενέθλιον τοῦ κόσμου παντὸς ἀνέγραψεν· οὗ χάριν τὴν τῆς ἑβδόμης θυσίαν ἐξομοιῶσαι τῇ „ἐνδελεχείᾳ“ τῶν ἡμερησίων ἀμνῶν διενοήθη.

δὶς δὲ καθ’ ἑκάστην ἡμέραν ἐπιθυμιᾶται τὰ πάντων εὐωδέστατα θυμιαμάτων εἴσω τοῦ καταπετάσματος, ἀνίσχοντος ἡλίου καὶ δυομένου, πρό τε τῆς ἑωθινῆς θυσίας καὶ μετὰ τὴν ἑσπερινήν, ὡς εἶναι τὰ μὲν ἔναιμα εὐχαριστίαν ὑπὲρ ἡμῶν τῶν ἐναίμων, τὰ δὲ θυμιάματα ὑπὲρ τοῦ ἡγεμονικοῦ, τοῦ ἐν ἡμῖν λογικοῦ πνεύματος, ὅπερ [*](1 ἀλλὰ τοῦ codd.: ἀλλὰ ὑπὸ τοῦ Mang. in textu (sed cf. append.) ἀνυπαιτίου RF (coni. Mang.): ὑπαιτίου ΑΗ 2 διὰ codd.: ἀπὸ Mang. προσέρχοιντο R: προέρχοιντο FAH (v) 3 βωμοῖς RF: εἰς βωμοὺς ΑΗ (v) ἢ νόσημα om. AH (Turn.), ἢ νόσον post πάθος (4) add. Α 5 ἁγιάζειν Mang.: ἀγάζειν R, αὐγάζειν FAH 9 θαυμαστὴ τούτων ἡ R: θαυμαστὴ δὲ τούτων ἡ F, θαυμαστὴ δ’ ἡ τούτων ΑΗ (v) γὰρ om. F 10 ἑβδόμαις αἱ δὲ om. Richt. Tauchn. ἑβδομάδαις (sic) F 14. 15 ὁ θεὸς τῶ γένει τῶν ἀνθρώπων RF: τῶ γ. τ. ἀ. ὁ θεὸς ΑΗ (Turn.) 15 διπλασιάζειν Η 16 προτιθεὶς AH 16. 17 αἰῶνι τὴν ἑβδόμην RF: τὴν ἑβδόμην αἰῶνι AH (v) 18 ἐντελεχεία R 19 ἑκάστην τὴν ἡμέραν F ἐπιθυμιᾶσαι L (Turn.) τὰ om. RF 20 ἴσω H 21 πρό] πρός R) [*](6 cf. loseph. Ant. lud. III ἑ 224 δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δ’ ἡ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δ’ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους. 11 Exod. 29,38—42 ι Num. 28,3—8. ι cf. loseph. Ant. lud. III § 237 15 Num. cf. loseph. l. l. 19 Exod. 30,6—8. ι cf. loseph. l. l. § 199.)

v.5.p.42
ἐμορφώθη πρὸς ἀρχέτυπον ἰδέαν εἰκόνος θείας.

ἄρτοι δὲ προτίθενται ταῖς ἑβδόμαις ἐπὶ τῆς ἱερᾶς τραπέζης ἰσάριθμοι τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, δυσὶ θέμασιν ἀνὰ ἕξ, [δώδεκα,] κατὰ τὸν λόγον τῶν ἰσημεριῶν ἑκάτερα —δύο γάρ εἰσιν ἀνὰ πᾶν ἔτος, ἐαρινή τε καὶ μετοπωρινή, αἳ μησὶν ἓξ καταριθμοῦνται —· δι’ ἣν αἰτίαν * * * ἐαρινῇ μὲν τὰ σπαρτὰ πάντα τελειογονεῖται, καθ’ ὃν χρόνον τὰ δένδρα γεννᾶν ἄρχεται, μετοπωρινῇ δὲ καὶ ὁ τῶν δένδρων καρπὸς τελεσφορεῖται, ἐν ᾧ καιρῷ πάλιν ἀρχὴ σπορᾶς. οὕτως δολιχεύουσα ἡ φύσις τὸν αἰῶνα ἄλλας ἐπ’ ἄλλαις ἀμείβει δωρεὰς ἀνθρώπων γένει, ὧν εἰσι σύμβολα αἱ διτταὶ τῶν προκειμένων ἄρτων ἑξάδες.

αἰνίττονται δὲ καὶ τὴν ὠφελιμωτάτην τῶν ἀρετῶν ἐγκράτειαν, ἣ δορυφορεῖται πρὸς εὐτελείας καὶ εὐκολίας καὶ ὀλιγοδεΐας, διὰ τὸν ἐξ ἀκολασίας καὶ πλεονεξίας βλαβερώτατον ἐπιτειχισμόν· ἄρτος γὰρ ἐραστῇ σοφίας διαρκὴς τροφή, παρέχουσα καὶ τὰ σώματα ἄνοσα καὶ τὸν λογισμὸν ὑγιῆ καὶ ἐν τοῖς μάλιστα νηφάλιον·

ὄψα δὲ καὶ μελίπηκτα καὶ ἡδύσματα καὶ ὅσα σιτοπόνων καὶ ὀψαρτυτῶν περιεργίαι τεχνιτεύουσι καταγοητεύουσαι τὴν ἄμουσον καὶ ἀφιλόσοφον καὶ ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων γεῦσιν, ὑπηρετοῦσαν καλῷ μὲν οὐδενὶ θεάματι ἢ ἀκούσματι, γαστρὸς δὲ τῆς ταλαίνης ἐπιθυμίαις, νόσους σώματι καὶ ψυχῇ κατασκευάζει πολλάκις ἀνιάτους.

συνεπιτίθεται δὲ τοῖς ἄρτοις λιβανωτὸς καὶ ἅλες, ὁ μὲν σύμβολον τοῦ μηδὲν ἥδυσμα [*](1 εἰκόνα θείαν coni. Μang. προτιθέναι Η 2 τῆς] ταῖς H 3 θέμασιν] θύμασιν F, θρέμμασιν L (Turn.) δώδεκα seclusi τὸν om. F ἑκάτερα] ὧν ἑκατέρα F (Mang., i qui αἳ 1. 4 delendum et καταριθμεῖται 1. 5 censuit) ; ὧν ἑκατέρᾳ Wendl. Useneri sententiam secutus 4 μεθοπωρινή F, ὀπωρινή L (Turn.) 5 δι’ ἣν αἰτίαν codd.: om. v post αἰτίαν lacunam indicavi; δι’ ἣν αἰτίαν ι e. gr. μέν add. Turn. τὰ om. H 6. 7 μεθοπωρινῆ F 7 ᾧ om. F 8 ἀρχῆς F οὕτω F (v) ἄλλας] ἄλλαις H (Turn.) ἐπ’ ἄλλαις codd.: ἐπ’ ἄλλας Mang. 9 δωρεαῖς (sic) ἀμείβει transp. F 9. 10 προκειμένων] προτεθειμένων F 11 δωρυφορεῖται Η, δωροφορεῖται Α εὐτελείας καὶ εὐκολίας RF: εὐκολίας καὶ εὐτελείας (-λίας ι Η) AH (v) 12 ὀλιγοδείας FA 13 F Vind.: τροφὴν R, τρυφή ΑΗ 14 ὑγιῆ R: ὑγιᾶ FAH Vind. (v) ἐν τοῖς μάλιστα RF Vind.: om. AH (Turn.) 16 τεχνιτεύουσι F Vind.: τεχνιτεύουσαι RAH καταγοητεύουσαι FH Vind.: καταγοητεύουσι RA 17 ἀνδραποδεστάτην F, ἀνδραποδέστατον Vind. 18 ἐπιθυμίαις F Vind.: ἐπιθυμία AH (-ίᾳ ι v), ἐπιθυμίαν ante νόσους add. ἢ F, ἡ Vind. 19 σώματι καὶ] σωματικὰς F, σωματικοὺς Vind.) [*](1 Lev. 24,5. 6. 8. cf. loseph. l. l. § 142. 143. 255. 256 13—19 ι Vind. hist. gr. fol. 56v τοῦ αὐτοῦ: ἄρτος γὰρ— ἀνιάτους. 19 Lev. 247.)

v.5.p.43
εὐωδέστερον ὀλιγοδεΐας εἶναι καὶ ἐγκρατείας παρὰ σοφίᾳ δικαζούσῃ, οἱ δ’ ἅλες διαμονῆς τε τῶν συμπάντων—οἷς γὰρ ἂν παραπασθῶσι διατηροῦσι —καὶ ἱκανοῦ προσοψήματος.

οἶδ’ ὅτι γέλωτα καὶ χλεύην ταῦτα θήσονται οἱ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας πραγματευόμενοι καὶ πολυτελεῖς τραπέζας μεταδιώκοντες, οἱ ὀρνέων καὶ ἰχθύων καὶ κρεῶν καὶ τῆς ὁμοιοτρόπου φλυαρίας ἄθλιοι δοῦλοι, μηδ’ ὄναρ ἀληθοῦς ἐλευθερίας γεύσασθαι δυνάμενοι. ὧν ὀλίγα φροντιστέον τοῖς κατὰ θεὸν καὶ πρὸς τὴν τοῦ ὄντως ὄντος ἀρέσκειαν ζῆν ἐγνωκόσιν, οἳ τῶν σαρκὸς ἀλογεῖν ἡδονῶν πεπαιδευμένοι τὰς διανοίας χαρὰς καὶ εὐπαθείας θεωρίᾳ τῶν τῆς φύσεως ἐνασκούμενοι μεταδιώκουσι.

Ταῦτα περὶ τῆς ἑβδόμης διαταξάμενος ταῖς νουμηνίαις φησὶ δεῖν θύειν ὁλόκαυτα δέκα τὰ σύμπαντα· μόσχους δύο, κριὸν ἕνα, ἀμνοὺς ἑπτά. ἐπειδὴ γὰρ ὁ μὴν τέλειος, ἐν ᾧ σελήνη τὸν ἑαυτῆς κύκλον περατοῦται, τέλειον ἀριθμὸν ζῴων ἠξίωσεν ἱερουργεῖσθαι.

ἡ δεκὰς δὲ παντελὴς ἀριθμός, ὃν εὖ μάλα διένειμεν εἰς τὰ λεχθέντα, τοὺς μὲν δύο μόσχους, ἐπειδὴ δύο κινήσεις εἰσὶ σελήνης ἀεὶ διαυλοδρομούσης, ἡ μὲν κατ’ αὔξησιν ἄχρι πλησιφαοῦς, ἡ δὲ κατὰ μείωσιν ἄχρι συνόδου, τὸν δ’ ἕνα κριόν, ἐπειδὴ λόγος εἷς ἐστι, καθ’ ὃν αὔξεταί τε καὶ μειοῦται τοῖς ἴσοις διαστήμασι καὶ φωτιζομένη καὶ ἐπιλείπουσα, τοὺς δὲ ἑπτὰ ἀμνούς, ὅτι καθ’ ἑβδομάδας ἐπιδέχεται τοὺς τελείους σχηματισμούς, πρώτῃ μὲν ἑβδομάδι τῇ ἀπὸ συνόδου τὸν διχότομον, δευτέρᾳ δὲ τὸν πλησιφαῆ, καὶ ὅταν ἀνακάμπτῃ πάλιν, εἰς διχότομον τὸ πρῶτον, ἔπειτ’ εἰς σύνοδον ἀπολήγει.

μετὰ δὲ τῶν ἱερείων σεμίδαλιν ἀναδεδευμένην ἐλαίῳ προσφέρειν καὶ οἶνον εἰς σπονδὰς μέτροις ὡρισμένοις διετάξατο, διότι καὶ ταῦτα σελήνης περιόδοις κατὰ τὰς ἐτησίους ὥρας τελεσφορεῖται διαφερόντως τοὺς καρποὺς πεπαινούσης, σῖτος δὲ καὶ οἶνος καὶ [*](1 ὀλιγοδείας FA 2 δ’ R: δὲ ceteri τε codd.: τῆς v παραπασθῶσι R (Wendl.): παραπαθῶσι F, περιπασθῶσι Α (v), περιπαθῶσι Η 3.4 γέλωτα καὶ χλεύην ταῦτα θήσονται RF: χλεύην θήσουσι καὶ γέλωτα ταῦτα AH (v) (1 ὁμοιοτρόπου RF : ὁμοτρόπου AH (Turn.) δοῦλοι] δ’ οὗτοι F 8 καὶ οm. Turn. ὄντως ὄντος codd.: ὄντος ὄντως v 9 ἀλογεῖν ἡδονῶν RF: ἡδονῶν ἀλογεῖν ΑΗ (v) διανοίας RF: τῆς διανοίας AH (v) 11—47,6 i Ταῦτα—καινοτομεῖν RF: om. ΑΗ 12.13 ἀμνοὺς ἑπτά R: ἑπτὰ ἀμνούς F 14 περατοῦται Wendl.: περαιοῦται RF; περατοῖ conicio ἡ om. F 1.5 διένειμεν R: om. F; διαιρεῖ post λεχθέντα add. Wendl. 16 εἰσὶ R: om. F 19 δὲ R: δ’ F 20 καθ’ ἑβδομάδος R 21 τὸν διχότομον R: τὴν διχότομον F 24 σπονδὰς R: σπονδὴν F μέτροις ὡρισμένοις scripsi: μέτροις οἷς RF; μέτροις οἷς ι olim) [*](11 Num. 28,11—14 ι 14. cf. loseph. Ant. Ιud. III)

v.5.p.44
ἔλαιον, βιωφελέσταται οὐσίαι καὶ πρὸς χρῆσιν ἀνθρώποις ἀναγκαιόταται, πάσαις εἰκότως θυσίαις συγκαθιεροῦνται.

Τῇ δ’ ἱερομηνίᾳ διττὰ θύματα προσάγεται προσηκόντως, ἐπεὶ καὶ διττὸς ὁ περὶ αὐτῆς λόγος, ὁ μὲν ὡς νουμηνίας, ὁ δὲ ὡς ἱερομηνίας. ᾗ μὲν οὖν νουμηνία, τὰ ἴσα ταῖς ἄλλαις ἱερουργεῖσθαι διείρηται, ᾗ δὲ καὶ ἱερομηνία, διπλασιάζεται τὰ δῶρα, δίχα τῶν μόσχων· εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται, τοῦ βραβευτοῦ δικαιώσαντος ἀδιαιρέτῳ φύσει μονάδος πρὸ διαιρετῆς δυάδος χρήσασθαι ἐν ἀρχῇ τοῦ ἐνιαυτοῦ.