De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

Ἐπεὶ δ’ ὁ ἱερεὺς πολὺ πρότερον ἀνήρ ἐστι καὶ ταῖς πρὸς συνουσίαν ὁρμαῖς ἐξ ἀνάγκης ὀφείλει χρῆσθαι, γάμον αὐτῷ μνᾶται παρθένου καθαρᾶς καὶ ἐκ καθαρῶν γονέων καὶ πάππων καὶ προγόνων εἴς τε καλοκἀγαθίαν καὶ εὐγένειαν ἀριστίνδην ἐπικριθέντων.

πόρνῃ μὲν γὰρ καὶ βεβήλῳ σῶμα καὶ ψυχὴν οὐδὲ προσελθεῖν ἐᾷ, κἂν τὴν ἐργασίαν ἀποθεμένη σχῆμα κόσμιον καὶ σῶφρον ὑποδύηται, διὰ τὸ τὴν ἀρχαίαν προαίρεσιν ἀνίερον αὐτῇ γενέσθαι. αὕτη δὲ πρὸς μὲν τὰ ἄλλα ἐπιτιμίαν [*](1 μέλη] μέρη F Vind. Arm 2 καταδαρθάνειν] καταλαμβάνειν AH δὲ FA Vind.: τε RH (v) 3 νήφοντος RAH: νηφόντων F Vind. Arm (v) τε om. F Vind. 4. .5 καθαρώταται καὶ εἱλικρινέσταται F Vind., καθαρώτεραι καὶ εἰλικρινέσταται (sic) R 5 ὅ τε] ὅτι F1 ὀξύτερος H ὡς καὶ F Vind.: ὥστε καὶ RA, ὥστε H (v) προειδέσθαι R 6 εἶδον Vind. 7 ἀλυσιτελέστατον Vind. 7. 8 εἶναι ante ὑποληπτέον add. F Vind. (v) 9 ἐᾶ τῶν] ἑαυτῶν Vind. ἕκαστον (?) Arm 10 ἀγιστίαις F 11 τὸ om. R βλάβος] βάρος AH (Turn.) ἀργαλαιότερον F1, ἀργαλεώτατον ΑΗ (Turn.) καὶ om. Arm τὸ om. AH ἐξαμαρτεῖν RAH: ἐξαμαρτάνειν F (v), ἁμαρτάνειν D 12 νηφαλίους scripsi: νηφάλια RAH (v), om. F 13 εἰς RAH κατὰ τὴν F (v) τῶν ἀγίων FH (v) 15 ἀρχιερεὺς coni. Mang. 16 χρᾶσθαι AH γάμω F1 16. 17 μνᾶται παρθένου καθαρᾶς RF: παρθενίας καθαρᾶς μνᾶται AH 17 καὶ προγόνων om. AH 18 ἑπικριθείσης coni. Mang. 19 σῶμα καὶ ψυχὴν F: σώματι καὶ ψυχὴ RAH (v) προσελθεῖν scripsi: προσιδεῖν codd. (v) 21 γενέσθαι] γεγενῆσθαι F (Mang.) αὕτη] αὐτὴ ΑΗ (v) τἄλλα F) [*](11.12 DR fol. 38r DL 43r et 182r Φίλωνος: τὸ περὶ θεὸν ἁμαρτάνειν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. 13 Lev. 10,10 16 sqq. Lev. 21,13. 14. cf. loseph. Ant. lud. III § 277. c. Ap. I § 30. 31.)

v.5.p.26
ἐχέτω σπουδάσασα μιασμάτων καθαρεῦσαι· μετάνοια γὰρ ἀδικημάτων ἐπαινετόν· καὶ μηδεὶς ἕτερος αὐτὴν ἄγεσθαι κεκωλύσθω, ἱερεῖ δὲ μὴ προσίτω· τὰ γὰρ ἱερωσύνης ἐξαίρετα δίκαια συμφωνίαν ἐπιζητούσης τὴν ἀπὸ γενέσεως [ἀρχῆς] ἄχρι τελευτῆς ἀνυπαίτιον.

εὔηθες γὰρ διὰ μὲν τὰς ἐκ τῶν τραυμάτων ἐπιγενομένας οὐλὰς ἐν τοῖς σώμασιν εἴργεσθαί τινας ἱερωσύνης, αἳ σύμβολον ἀτυχίας, οὐ μοχθηρίας, εἰσί, τὰς δὲ μὴ κατ’ ἀνάγκην μόνον ἀλλ’ ἔστιν ὅτε καὶ ἑκουσίοις γνώμαις πεπρακυίας τὴν ἰδίαν ὥραν, ἐπειδήπερ ὀψὲ καὶ μόλις μετέγνωσαν, εὐθὺς ἀπὸ ἐραστῶν ἱερεῦσιν ἁρμόζεσθαι καὶ ἀπὸ χαμαιτυπείων εἰς ἱερὰ χωρία μετοικίζεσθαι· μένουσι γὰρ οὐδὲν ἧττον ἐν ταῖς ψυχαῖς τῶν μετανοούντων οὐλαὶ καὶ τύποι τῶν ἀρχαίων ἀδικημάτων.

εὖ καὶ παγκάλως ἐν ἑτέροις διείρηται „μηδὲ μίσθωμα πόρνης εἰσκομίζειν εἰς τὸ ἱερόν“ (Deut. 23, 18)· καίτοι τό γε νόμισμα καθ’ αὑτὸ οὐκ ἔνοχον, ἀλλὰ διὰ τὴν λαβοῦσαν καὶ τὴν πρᾶξιν ἐφ’ ᾗ δέδοται. σχολῇ γ’ ἂν ἔτι προσοῖτό τις εἰς κοινωνίαν ἱερέων γυναῖκας, ὧν καὶ τὰ χρήματα βέβηλα καὶ παράσημα, εἰ καὶ ταῖς ὕλαις καὶ τοῖς χαρακτῆρσι δόκιμα.

[*](1 σπουδάσασα μιασμάτων καθαρεῦσαι RF Arm: διὰ τό τῶν πρὶν σπουδασμάτων καθρεῦσαι ΑΗ (Turn.) ; διὰ τὸ τῶν πρὶν μιασμάτων καθαρεῦσαι Μang. μετάνοιαν L (Turn.) 2 ἐπαινετόν RF: ἐπαινετέον ΑΗ (v) ἕτερος] ἐξ ἑτέρων Arm ἄγεσθαι αὐτὴν transp. F μὴ RF: μηδὲ ΑΗ (v) 3 προσίτω] „concedatur“ (πορσιέσθω?) Arm δικαίας συμφωνίας R ἐπιζητοῦσι F1, ἐπιζητούσῃ F2, ἐπιζητοῦσιν ἧς (ortum ex ἐπιζητοῦσίν) R 4 γεννήσεως Α ἀρχὴν RF ἀρχῆς seclusi 5 τὰς om. R ἐκ om. F ἐπιγινομένας AH (Turn.) εἰργάσθαι F1 6 ἱερωσύνης] ἱερέων F αἲ] καὶ Arm εἰσι] εἰσὶν αὗται Arm 7 καὶ om. AH (Turn.) 8 μόλις καὶ ὀψὲ Arm ἀπ’ F εὑ 9 χαμαιτυπίων R, χαμαιτύπων F 11 εὖ RF Arm: ὅθεν ΑΗ, ὅθεν L, ὅθεν εὖ v 12 μηδὲ] μηδὲν AH (Turn.) εἰσκομίζειν] μὴ κομίζειν AH (Turn.) ; κομίζειν Mang. εἰς τὸ ἱερὸν ante μὴ κομίζειν transp. A, om. H ἱερὸν θεοῦ Arm 13 τό γε RF Vind.: γε τὸ AHD (v) καθ’ ἑαυτὸ Vind., κατ’ αὐτό D ἔνοχον] ἐναγὲς coni. Maug. διὰ om. D λαβοῦσαν] βαλοῦσαν coni. Mang. 14 σχολὴ F γ’ ἂν RAH: γὰρ F (v) ἔτι] εἰ AH προσοῖτό RF: πρόσοιτό AH (Mang.) ; προσεῖτό Turn. 15 καὶ τὰ om. AH 16 τοῖς] ταῖς H)[*](19. 11 cf. Zeno frg. 158 Pearson (215 Arnim) ap. Sen. de ira I 16,7 nam, ut dixit Zeno, in sapientis quoque animo, etiam cum vulnus sanatum sit, cicatrix manet. sentiet itaque suspiciones quasdam et umbras affectuum; ipsis quidem carebit. 12—14 DR fol. 41v Φίλωνος εἰς τὸν δεκάλογον (sic), DH fol. 129r φίλωνος: μίσθωμα πόρνης εἰσκομίζειν εἰς τὸ ἱερὸν ἀπηγόρευσεν ὁ νομοθέτης· καίτοι γε τὸ νόμισμα—δέδοται. Vind. hist. gr. 67 fol. 60r: μίσθωμα πόρνης οὐ θέμις τὸν ἱερέα εἰς τὸ ἱερὸν εἰσκομίζειν· καίτοι τοὺς (sic pro τό γε) νόμισμα—δέδοται.)
v.5.p.27

Τὰ μὲν οὖν περὶ γάμον οὕτως ἠκρίβωται τῷ ἀρχιερεῖ, ὥστ’ οὐδὲ χήραν ἐφεῖται γαμεῖν αὐτῷ, οὔτε τετελευτηκότος ἀνδρὸς μονωθεῖσαν οὔτε ἀπηλλαγμένην ἔτι ζῶντος, ἵνα πρῶτον μὲν εἰς ἄβατον καὶ καθαρὰν ἄρουραν ὁ ἱερὸς σπόρος χωρῇ καὶ μηδεμίαν κρᾶσιν αἱ γοναὶ πρὸς ἑτέραν οἰκίαν λαμβάνωσιν, εἶτα δ’ ὅπως ἀκακωτάταις καὶ ἀδιαστρόφοις ταῖς ψυχαῖς συνερχόμενοι ῥᾳδίως διαπλάττωσι τὰ ἤθη καὶ τοὺς τρόπους αὐτῶν· ὁλκοὶ γὰρ καὶ εὐάγωγοι διάνοιαι παρθένων πρὸς ἀρετήν, εἰς διδασκαλίαν ἑτοιμόταται·

ἡ δ’ ἑτέρου πεῖραν ἀνδρὸς λαβοῦσα κατὰ τὸ εἰκὸς ἀπειθεστέρα πρὸς μάθησιν, ἅτε τὴν ψυχὴν ἀκραιφνεστάτην οὐκ ἔχουσα καθάπερ τινὰ λελειασμένον κηρὸν εἰς τρανότητα τῶν ἐγγραφησομένων δογμάτων, ἀλλὰ τραχεῖαν ὑπὸ τῶν προεγχαραχθέντων τύπων, οἳ δυσεξάλειπτοι παραμένοντες ἢ οὐ παραδέχονται σφραγῖδας ἑτέρας ἢ παραδεξάμενοι συγχέουσι ταῖς ἑαυτῶν ἀνωμαλίαις.

παρθένον οὖν ὁ ἀρχιερεὺς ἀγέσθω γάμων ἁγνήν· λέγω δὲ παρθένον οὐ μόνον ᾗ μὴ ἕτερος ὡμίλησεν, ἀλλὰ καὶ ἐφ’ ᾗ μηδεὶς ἄλλος ἀνὴρ ὠνομάσθη διά τινων ὁμολογιῶν, κἂν ἁγνεύῃ τὸ σῶμα.

Τοῖς δὲ κατὰ μέρος ἱερεῦσι τὰ μὲν ἄλλα περὶ γάμων διατέτακται ταὐτὰ ἃ καὶ τοῖς τὴν μεγίστην ἔχουσιν ἱερωσύνην, ἐφεῖται δ’ οὐ μόνον παρθένους ἀλλὰ καὶ χήρας, οὐ πάσας ἀλλ’ ὧν τετελευτήκασιν ἄνδρες, μετ’ ἀδείας ἄγεσθαι. φιλονεικίας γὰρ καὶ στάσεις ἐκ τοῦ βίου τῶν ἱερέων οἴεται δεῖν ὁ νόμος ἀναιρεῖν· πρὸς μὲν οὖν τοὺς ζῶντας γένοιντ’ ἂν ἴσως ἔριδες ἐκ πάθους γυναικείου, ζηλοτυπίας, τοῖς δ’ [*](1 μὲν οὖν] δὲ F (fort. recte) γάμον R: γάμου FAH (v) 2 ἐφεῖται RF: ἐφίεται AH (Mang.) οὔτε F: οὐδὲ RAH (v) 3 οὔτε R: οὔτ’ FAH; οὔτ᾿ ἄν Mang. 4 ἄρουραν om. Arm ἱερὸς] ἴδιος AH χωρῇ R: χωρεῖ F, χωρήση AH (Turn.) 5 οἰκίαν] οἰκείαν AH, ὁμιλίαν Arm ἀκακωτάτοις RF ἀκακωτάταις scripsi): ἀκακώτοις ΑΗ (v) 7 αὐτῶν Τurn. γὰρ Arm (coni. Mang.): δὲ RF, om. AH εἰς coni. Mang. 10 λελιασμένον F, λελεγμένον (?) Arm 11 ἐγχαραχθέντων ΑΗ 11.12 ἀνεξάλειπτοι AH 12 παραμένοντες RF: περιμένοντες AH (v) 12. 13 παραδεχόμενοι AH 13 συγχέουσι] οὐκ ἐῶσι Arm 13. 14 ἀγέσθω ὁ ἀρχιερεὺς transp. F 14 ἀγέσθω — παρθένον om. Arm γάμων RF (coni. Mang.): γάμω Α, γάμου H ἁγνῶν F δὲ R (sic scripseram): δὴ FAH (v) μὴ ἕτερος RF: ἕτερος οὐχ ΑΗ; μὴ ἕτερος οὐχ v 15 μηδεὶς RF: οὐδεὶς AH ὠνομάσθη ἢ F 18 τὰ αὐτὰ F ἐφίεται Mang. 19 οὐχ ἁπάσας F 20 μετὰ AH 21 τῶν] τοῦ F (Turn.) 22 γένοιντ’ ἂν ἴσως RF: ’ίσως γένοιντ’ ἄν AH (Turn.)) [*](2 Lev. 21,14. cf. Ioseph. Ant. Iud. III § 277 17 Lev. 21,7. cf. loseph. Ant. lud. lll § 276.)

v.5.p.28
ἀποθανοῦσι συναποθνῄσκει καὶ τὰ τῆς πρὸς τοὺς δευτέρους ἄνδρας ἔχθρας.

ἄλλως τε τὸν ἀρχιερέα πλείονος ἐδικαίωσεν ἁγιστείας καὶ καθάρσεως ὥσπερ ἐν ἅπασι τοῖς ἄλλοις καὶ ἐν γάμου κοινωνίᾳ μεταλαχεῖν, οὐκ ἐάσας ὅτι μὴ κόρην ἄγεσθαι· τοῖς δὲ τῆς δευτέρας τάξεως ὑπανῆκε τὰ περὶ συνόδους γυναικῶν, ἐφιεὶς καὶ πεπειραμένας ἑτέρων ἀνδρῶν ἐγγυᾶσθαι.

πρὸς δὲ τούτῳ καὶ τὸ γένος ἠκρίβωσε τῶν μελλουσῶν γαμεῖσθαι, προστάξας τῷ μὲν ἀρχιερεῖ μνᾶσθαι μὴ παρθένον μόνον ἀλλὰ καὶ ἱέρειαν ἐξ ἱερέων, ἵν’ ἐκ μιᾶς οἰκίας καὶ τρόπον τινὰ τοῦ αὐτοῦ αἵματος ὦσι νυμφίος τε καὶ νύμφη πρὸς ἁρμονίαν ἐπιδειξάμενοι παρ’ ὅλον τὸν βίον κρᾶσιν ἠθῶν βεβαιοτάτην.

ἐπετράπη δὲ τοῖς ἄλλοις καὶ μὴ ἱερέων γαμεῖν θυγατέρας, τῇ μὲν ὅτι μικρὰ τούτων καθάρσια, τῇ δ’ ὅτι τὸ ἔθνος οὐκ ἐβουλήθη γενεᾶς εἰς ἅπαν ἱερατικῆς ἀμοιρῆσαί τε καὶ παντελῶς ἀπεζεῦχθαι. δι’ ἣν αἰτίαν οὐκ ἐκώλυσε τοὺς ἄλλους ἱερέας ἐπιγαμίας ποιεῖσθαι πρὸς τοὺς ἀπὸ τοῦ ἔθνους, αἵπερ εἰσὶ δεύτεραι συγγένειαι· γαμβροὶ γὰρ ἀνθ’ υἱῶν πενθεροῖς καὶ ἀντὶ πατέρων γαμβροῖς πενθεροί.

Τὰ μὲν δὴ περὶ γάμου ταῦτα καὶ τὰ τούτοις ὅμοια χάριν παίδων γενέσεως. ἐπεὶ δ’ ἕπεται γενέσει φθορά, καὶ τοὺς ἐπὶ τελευταῖς ἀνέγραψε τοῖς ἱερεῦσι νόμους, κελεύσας μὴ ἐφ’ ἅπασιν αὐτοὺς μιαίνεσθαι τοῖς ὁπωσοῦν ἢ κατὰ φιλίαν ἢ κατὰ συγγένειαν ᾠκειωμένοις, ἀλλ’ ἐπὶ μόνοις πατράσι καὶ μητράσιν, υἱοῖς καὶ θυγατράσιν, ἀδελφοῖς καὶ ἀδελφαῖς παρθένοις.

τὸν δ’ ἀρχιερέα παντὸς πένθους ὑπεξείλετο· καὶ μήποτ’ εἰκότως· τὰς μὲν γὰρ τῶν ἄλλων ἱερέων ὑπηρεσίας ἀνθ’ ἑτέρων ἕτεροι λειτουργεῖν δύνανται, ὡς, κἂν πενθῶσί τινες, μηδὲν τῶν ἐξ ἔθους [*](1 τὰ τῆς . . . ἔχθρας RF: ἡ ... ἔχθρα AH (v) 2 καθάρσεως] κρίσεως AH 3 ἐν γάμω κοινωνίαν F 4 ὅτι] εἰ ΑΗ τῆς om. RF τάξεως om. AH ἐπανῆκε F (Turn.) 5 συνόδους R: συνόδου FAH (v) ἐφεὶς F ἑτέρων ἀνδρῶν RF: ἀνδρῶν ἑτέρων AH (v) ἐγγυᾶσθαι] μνᾶσθαι AH 7 παρθένον μόνον RF Arm: γυναῖκα παρθένον μόνον AH: μόνον γυναῖκα παρθένον Turn., μόνον παρθένον γυναῖκα Mang. 8 αἰνὰ ΑΗ 9 ἐπιδειξάμενοι codd.: ἐπιδειξόμενοι ν 10 δὲ] δὲ καὶ R 12 τε om. ΑΗ (Turn.) 13 ἀπεζεῦχθαι scripsi: ἀποζεῦξαι codd. (v) 18 τελεταῖς (sic) R 20 ᾠκειωμένους H 21 μόνοις] μόνοις ἓξ F (v) pr. καὶ] ἢ F υἱοῖς καὶ θυγατράσιν om. R 22 ἅπαντος F πένθους v: πάθους codd, ὑπεξείλατο Α 23 γὰρ om. ΑΗ ἱερέων om. AH 24 λειτουργοὶ H μηδὲ AH ἔθνους L (Turn.)) [*](8 Lev. 21,13. cf. loseph. Ant. lud. III § 277 τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα λαβεῖν, τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δ’ αὐτῷ (αὐτὸν?) γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν (φυλέτιν recte coni. Mang.). c. Ap. I § 30. 31 19 sqq. Lev. 21,1—3. I Ezech. 44,25. cf. loseph. l. l. 22 Lev. 21,11. cf. loseph. l.)

v.5.p.29
ὑστερίζειν, τὰς δὲ τοῦ ἀρχιερέως οὐδενὶ δρᾶν ἐφεῖται. παρ’ ἣν αἰτίαν ἀμίαντος ἀεὶ διατελείτω μὴ προσαπτόμενος νεκροῦ σώματος, ὅπως τὰς ὑπὲρ τοῦ ἔθνους εὐχὰς καὶ θυσίας ἕτοιμος ὢν ἐν καιροῖς τοῖς προσήκουσιν ἀκωλύτως ἐπιτελῇ.

καὶ γὰρ ἄλλως προσκεκληρωμένος θεῷ καὶ τῆς ἱερᾶς τάξεως γεγονὼς ταξίαρχος ὀφείλει πάντων ἀλλοτριοῦσθαι τῶν ἐν γενέσει, μὴ γονέων, μὴ τέκνων, μὴ ἀδελφῶν εὐνοίας οὕτως ἡττώμενος, ὡς ἢ παρελθεῖν ἢ ὑπερθέσθαι τι τῶν ὁσίων, ὃ πραχθῆναι πάντως αὐτίκα ἄμεινον.

κελεύει δὲ μήτε τὰ ἱμάτια περιρρήττειν ἐπὶ τοῖς οἰκειοτάτοις ἀποθανοῦσι μήτε ἀφαιρεῖν ἀπὸ τῆς κεφαλῆς τὰ παράσημα τῆς ἱερωσύνης μήτε συνόλως ἐκ τῶν ἁγίων ἐξιέναι κατὰ πρόφασιν πένθους, ἵνα καὶ τὸν τόπον αἰδούμενος καὶ τὰ περὶ ἑαυτὸν προκοσμήματα οἷς ἀνέστεπται, κρείττων οἴκτου γενόμενος, ἄλυπος εἰς ἀεὶ διατελῇ.

βούλεται γὰρ αὐτὸν ὁ νόμος μείζονος μεμοιρᾶσθαι φύσεως ἢ κατ’ ἄνθρωπον, ἐγγυτέρω προσιόντα τῆς θείας, μεθόριον, εἰ δεῖ τἀληθὲς λέγειν, ἀμφοῖν, ἵνα διὰ μέσου τινὸς ἄνθρωποι μὲν ἱλάσκωνται θεόν, θεὸς δὲ τὰς χάριτας ἀνθρώποις ὑποδιακόνῳ τινὶ χρώμενος ὀρέγῃ καὶ χορηγῇ.

Ταῦτ’ εἰπὼν ἑξῆς εὐθὺς νομοθετεῖ περὶ τῶν χρησομένων ταῖς ἀπαρχαῖς. ἐὰν οὖν τις, φησί, τῶν ἱερέων ὀφθαλμοὺς ἢ χεῖρας ἢ βάσεις ἤ τι μέρος ἄλλο πηρωθῇ τοῦ σώματος ἢ καί τινα μῶμον ἐνδέξηται, λειτουργιῶν μὲν ἀνεχέτω διὰ τὰς ἐγγενομένας κῆρας, τὰ δὲ κοινὰ τῶν ἱερέων γέρα καρπούσθω διὰ τὴν ἀνυπαίτιον εὐγένειαν.

ἐὰν μέντοι λέπραι τινὸς ἐξανθήσασαι κατάσχωσιν ἢ καὶ γονορρυής τις γένηται τῶν ἱερέων, μήτε τραπέζης ἱερᾶς ψαυέτω μήτε τῶν προκειμένων ἄθλων τῷ γένει, μέχρις ἂν ἥ τε ῥύσις ἐπίσχῃ καὶ ἡ λέπρα μεταβαλοῦσα τῷ τῆς ὑγιοῦς σαρκὸς ἐξομοιωθῇ χρώματι.

κἂν προσάψηται μέντοι τις ὅτου [*](1 τὰς F: τὰ RAH (Turn.) ἐφεῖται codd.: ἐφίεται Mang. 3 ἔθνους RAH Αrm: κόσμου F (v) 4 alt. καὶ] ἐκ R 6 μηδὲ ἀδελφῶν ΑΗ (Turn.) 7 ὁσίων F Arm: θείων R, ὄντων AH (Turn.) 8 ἱμάτια RF: εἵματα AH (v) 9 μήτε R: μήτ’ FAH ἀπὸ om. F 11 ἑαυτὸν RA: αὐτὸν FH προκοσμήματα F: κασμήματα RAH ἂν ἔστεπται F 13 κατὰ ΑΗ 14 τἀληθῆ F 17 ἑξῆς εὐθὺς Turn.: ἑξῆς RF (Mang.), εὐθὺς ΑΗ 18 φησί τις transp. F 19 μέρος RF: μέλος AH (v) πηρωθῇ RF: παραπηρωθῆ ΑΗ (v) ἐνδείξηται AH (Turn.) 20 ἀνεχέτω RF: μὴ μετεχέτω AH (v) ἐγγινομένας AH (Turn.) κῆρας] λώβας AH κοινά] λοιπὰ AH 21 καρποῦσθαι H 22 τινὸς RF: τινες AH (v) καὶ om. ΑΗ 24 μεταβάλλουσα (sic) F 25 ὑγιοῦς] ἄλλης (?) Arm ἐξωμοιωθῆ (sic) FH) [*](8 Lev. 21,10. 12 18 Lev. 21,17—23. cf. Toseph. Ant. Iud. III § §284 21 sqq. Lev. 2247.)

v.5.p.30
δήποτε τῶν ἀκαθάρτων ἱερεὺς ἢ καὶ νύκτωρ, οἷα φιλεῖ πολλάκις, ὀνειρώξῃ, τὴν ἡμέραν ἐκείνην μηδὲν προσφερέσθω τῶν καθιερωθέντων, λουσάμενος δ’ ἐπιγενομένης ἑσπέρας χρῆσθαι μὴ κεκωλύσθω.

πάροικος δ’ ἱερέως καὶ μισθωτὸς εἰργέσθω τῶν ἀπαρχῶν, ὁ μὲν πάροικος, ἐπειδὴ γείτονες τὰ πολλὰ συνέστιοι καὶ ὁμοτράπεζοι· δέος γάρ, μὴ προῆταί τις τὰ καθιερωθέντα προφάσει καταχρησάμενος εἰς ἀσέβειαν ἀκαίρῳ φιλανθρωπίᾳ· μεταδοτέον γὰρ οὐ πᾶσι πάντων, ἀλλὰ τῶν ἐφαρμοζόντων τοῖς ληψομένοις· εἰ δὲ μή, τὸ κάλλιστον καὶ λυσιτελέστατον τῶν ἐν τῷ βίῳ, τάξις, ἀναιρεθήσεται ὑπὸ τοῦ βλαβερωτάτου παρευημερηθεῖσα, συγχύσεως.