De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διὰ τοῦτο τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι, ποτνιᾶται δὲ τὸν θεὸν ἱλασάμενος ταῖς ἀνάγκαις τῶν αἰσθήσεων, δι’ ὧν καὶ βλέπομεν ἃ μὴ θέμις ὁρᾶν καὶ ἀκούομεν ὧν μὴ θέμις ἀκούειν, ὅ τι χρὴ παθεῖν τὸν εὑρετὴν ἀσεβήματος καὶ ἀνοσιουργήματος ἐκτόπου καὶ ξένου δηλῶσαι.

ὁ δὲ προστάττει καταλευσθῆναι, προσήκουσαν οἶμαι δίκην ὑπολαβὼν τὴν διὰ λίθων κατ’ ἀνδρὸς λιθίνην καὶ ἀπόκροτον ψυχὴν ἔχοντος καὶ ἅμα βουλόμενος πάντας τοὺς ἀπὸ τοῦ ἔθνους συνεφάψασθαι τῆς κολάσεως, οὓς ᾔδει σφόδρα τραχέως ἐνεγκόντας καὶ φονῶντας· μόνης δ’ ὡς ἔοικε τῆς διὰ βλημάτων ἔμελλον αἱ τοσαῦται μυριάδες ἐφάπτεσθαι.

μετὰ δὲ τὴν τοῦ ἀνοσίου καὶ παλαμναίου τίσιν ἐγράφη διάταγμα καινόν, οὐκ ἄν ποτε προηγουμένης ἀξιωθὲν γραφῆς, ἀλλ’ αἱ ἀπροσδόκητοι νεωτεροποιίαι καινοὺς νόμους εἰς ἀνακοπὴν ἁμαρτημάτων ἐπιζητοῦσιν. αὐτίκα γοῦν νομοθετεῖται τάδε· ὃς ἂν καταράσηται θεόν, ἁμαρτίας ἔνοχος ἔστω, ὃς δ’ ἂν ὀνομάσῃ τὸ ὄνομα κυρίου, θνῃσκέτω (Lev. 24, 15. 16).

εὖ γ’, ὦ πάνσοφε, μόνος ἀμιγοῦς ἠκρατίσω σοφίας· τοῦ καταρᾶσθαι χεῖρον τὸ ὀνομάζειν ὑπείληφας; οὐ γὰρ ἂν τὸν μὲν βαρύτατον ἀσέβημα εἰργασμένον ἐπεκούφιζες διημαρτηκόσιν [*](1 καὶ] κἄν V2OK ἡ om. Α γλῶσσα BM τοῦ BEMVKH2: τὸ O, om. AFGH1P(v) 3 ἐπεφράχθη AGHP: ἀπεφράχθη ceteri ἥτις] ἡ Α οὔτε VOK 4 ἐπισκιάζεσθαι οἴεται δεῖν transp. Α (v) 6 διὰ δὲ τοῦτο FGHP (v) 7 ἁ ἱλασάμενος — ἀκούειν om. Barb. 7 ἱλασάμενος AFGHP: ἀσάμενον oeteri (Mang.) δι’ ὧν A: δι’ ἅς ceteri (v) 8 ἀκούομεν] ἀκούειν G ὧν] ἁ G 9 εὑρετὴν] εὐεργέτην BEMA mg. Κ, om. F τοῦ ἀσεβήματος Bavb. ἐκτόπου FGHP: ἐκτοπίου ceteri (v) 11 τὴν διὰ λίθων om. BEM κατὰ Barb. ἀπόκριτον BM 13 ταχέως O (Turn.) 14 φονᾶν 0, φονᾶν κατ’ αὐτοῦ V2K διαβλημάτων M 18 ἄν] δὴ F καταράσεται AF τὸν θεὸν P 19 ἁμαρτίας AF: ἁμαρτία ceteri ἁμαρτίᾳ v) ἔστι H ὀνομάσοι Α κυρίου BEM: τοῦ κυρίου AVOK (v), θεοῦ κυρίου HP, κυρίου θεοῦ FG ’ 20 εὖ γ’ FGHP: εὖ γε Α, εὖ ceteri ὦ AFGHPK2: om. ceteri ἠκρατίσω] ἠκρατίσω] P, ἡ κρατεῖς ὧ BEM, ἡ κρατεῖς Α mg. P2 21 τοῦ] τὸ G τὸ] τοῦ G ὑπειληφὼς V-K (coni. Mang.) ὂν 22 εἰργασμέναι Κ, εἰργασμένον om. Α ἡμαρτηκόσιν V1, τοῖς ἡμαρτηκόσιν V2OK) [*](6—12 pergit Barber. IV 56: τὸν μὲν εἰς εἱρκτὴν ἀπαχθέντα κελεύει δεθῆναι· δὲ τόν θεόν, ὅ τι χρὴ παθεῖν — ψυχὴν ἔχοντος.)

v.4.p.248
ἐπιεικέστερον συντάττων, κατὰ δὲ τοῦ βραχύτερον ἠδικηκέναι δόξαντος

τὴν ἀνωτάτω τιμωρίαν, θάνατον, ὥριζες. ἀλλ’ ὡς ἔοικε „θεοῦ“ τὰ νῦν οὐχὶ τοῦ πρώτου καὶ γεννητοῦ τῶν ὅλων ἀλλὰ τῶν ἐν ταῖς πόλεσι μέμνηται· ψευδώνυμοι δ’ εἰσὶ γραφέων καὶ πλαστῶν τέχναις δημιουργούμενοι· ξοάνων γὰρ καὶ ἀγαλμάτων καὶ τοιουτοτρόπων ἀφιδρυμάτων ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις.

εἰ δέ τις οὐ λέγω βλασφημήσειεν εἰς τὸν ἀνθρώπων καὶ θεῶν κύριον, ἀλλὰ καὶ τολμήσειεν ἀκαίρως αὐτοῦ φθέγξασθαι τοὔνομα, θάνατον ὑπομεινάτω τὴν δίκην.

οὐδὲ γὰρ τῶν φυτευσάντων καίτοι θνητῶν ὑπαρχόντων οἷς μέλει γονέων τιμῆς τὰ ὀνόματα προφέρουσιν, ἀλλὰ τὰ κύρια διὰ τὸν ἐπ’ αὐτοῖς σεβασμὸν ἡσυχάζοντες τοῖς τῆς φύσεως ἀνακαλοῦσι πατέρα καὶ μητέρα προσαγορεύοντες, δι’ ὧν εὐθὺς αἰνίττονται τὰς ἐξ ἐκείνων ἀνυπερβλήτους εὐεργεσίας καὶ τὴν αὑτῶν εὐχάριστον διάθεσιν.

ἔτι νῦν συγγνώμης ἀξιούσθωσαν οἱ κατ’ ἐπισυρμὸν γλώττης ἀκαιρευόμενοι καὶ λόγων ἀναπλήρωμα ποιούμενοι τὸ ἁγιώτατον καὶ θεῖον ὄνομα;

Μετὰ δὲ τὴν τοῦ γεννητοῦ τῶν ὅλων τιμὴν τὴν ἱερὰν ἑβδόμην ἐσέμνυνεν ὁ προφήτης ἰδὼν αὐτῆς ὀξυωπεστέροις ὄμμασι κάλλος ἐξαίσιον [*](1 συντάττων] πράττων FGHP (v), ἄττων Α βραχύτατον VOK, βαρύτερον HP 2 ὥριζες AGHP: ὥρισας VOKF, ὥρισεν BEM 3 γεννητοῦ Mang. (in append.): γενητοῦ FGHP, γενέτου Α mg. Κ (Mang. in textu), ἀγεννήτου V, ἀγενήτου ceteri; ἀγεννήτου (sic) Turn. 7 μηδὲ εἷς Α μωυσέος MHPK, μώσεως AFG θεοῦ om. M 8 ἀξιονικωτάτη MO, ἄξιον εἰκότα τῆ F, ἄξιον εἰκότως· ἦν Α καὶ] ἀεὶ Α; ἀεὶ καὶ v ἀξιέραστον Α, ἀπαξιέραστος FGHP; ἐπαξιέραστον v 9 λέγω] λόγω APV2OK εἰς] ὡς G ἀνθρώπων ANOKH2P2: ἄνθρωπον ceteri θεῶν AV2OKH2: θεὸν ceteri καὶ κύριον F 10 καὶ om. Α ἀκαίρως AFGHP: δικαίως ceteri 11 οὐδὲ Α: οὔτε ceteri (v) φυ(??)σάντων V, φυσάντων AOK (prob. Mang.) 12 μέλλει BMAV1 τὰ κύρια AFHP: τὰ δάκρυα G, τὸν κύριον V1 ut vid., τὸ κύριον ceteri 13 ἐπ’ AFGHP: ἐν ceteri τοῖς] τὸν VI ut vid., τὸ V2OK 14 δι’ ὧν AFGHP: δι’ om. ceteri αἰνίττεται BEMV1, αἰνίττεσθαι V2OK 15 ἀνυπερβλήτως M καὶ om. VOK αὐτῶν codd. 16 ἔτι νῦν] ἔτι μὴν V2OK; οὐ τοίνυν coni. Mang, ἔτι τοίνυν vel τί οὑν conicio μὴ ante ἀξιούσθωσαν add. V2OK τῆς γλώττης G 19 γενητοῦ BEMFP, γενέτου Α τιμὴν ante τοῦ transp. F) [*](2 sqq. cf. losepk. Ant. lud. l V § 207 βλασφημείτω δὲ μηδεὶς θεοὺς οὖς πόλεις ἄλλαι νομίζουσι. Contra Apionem II § 237 . . καὶ περί γε τοῦ μήτε χλευάζειν μήτε βλασφημεῖν τοὺς νιν θεοὺς παρ’ ἑτέροις ἄντικρυς ἡμῖν ὁ νομοθέτης ἀπείρηκεν ἀυτῆς ἕνεκα προσηγορίας τοῦ θεοῦ.)

v.4.p.249
ἐνεσφραγισμένον οὐρανῷ τε καὶ τῷ σύμπαντι κόσμῳ καὶ ὑπὸ τῆς φύσεως αὐτῆς ἀγαλματοφορούμενον.

εὕρισκε γὰρ αὐτὴν τὸ μὲν πρῶτον ἀμήτορα, γενεᾶς τῆς θήλεος ἀμέτοχον, ἐκ μόνου πατρὸς σπαρεῖσαν ἄνευ σπορᾶς καὶ γεννηθεῖσαν ἄνευ κυήσεως· ἔπειτα δ’ οὐ ταῦτα μόνον κατεῖδεν, ὅτι παγκάλη καὶ ἀμήτωρ, ἀλλ’ ὅτι καὶ ἀειπάρθενος, οὔτ’ ἐκ μητρὸς οὔτε μήτηρ οὔτ’ ἐκ φθορᾶς οὔτε φθαρησομένη· εἶτ’ ἐκ τρίτου κατενόησεν αὐτὴν ἐξετάζων καὶ κόσμου γενέθλιον, ἣν ἑορτάζει μὲν οὐρανός, ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ ἐνευφραινόμενα τῇ παναρμονίῳ ἑβδομάδι.

ταύτης ἕνεκα τῆς αἰτίας ὁ πάντα μέγας Μωυσῆς ἐδικαίωσε τοὺς ἐγγραφέντας αὐτοῦ τῇ ἱερᾷ πολιτείᾳ θεσμοῖς φύσεως ἑπομένους πανηγυρίζειν, ἐν ἱλαραῖς διάγοντας εὐθυμίαις, ἀνέχοντας μὲν ἔργων καὶ τεχνῶν τῶν εἰς πορισμὸν καὶ πραγματειῶν ὅσαι κατὰ βίου ζήτησιν, ἄγοντας δ’ ἐκεχειρίαν καὶ διαφειμένους πάσης ἐπιπόνου καὶ καματηρᾶς φροντίδος, σχολάζοντας οὐχ ὡς ἔνιοι γέλωσιν ἢ παιδιαῖς ἢ μίμων ἢ ὀρχηστῶν ἐπιδείξεσι, περὶ ἃς κηραίνουσι καὶ δυσθανατοῦσιν οἱ θεατρομανοῦντες καὶ διὰ τῶν ἡγεμονικωτάτων αἰσθήσεων, ὁράσεως καὶ ἀκοῆς, δούλην ἀπεργαζόμενοι τὴν φύσει βασιλίδα ψυχήν, ἀλλὰ μόνῳ τῷ φιλοσοφεῖν·

οὐχ ὅπερ μεθοδεύουσιν οἱ λογοθῆραι καὶ σοφισταὶ πιπράσκοντες ὡς ἄλλο τι τῶν ὠνίων ἐπ’ ἀγορᾶς δόγματα καὶ λόγους, οἳ φιλοσοφίᾳ κατὰ φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε!) χρώμενοι δι’ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας.

τούτου δή τις ἀλογήσας τοῦ διατάγματος, ἔτι τοὺς χρησμοὺς ἐναύλους ἔχων τοὺς περὶ τῆς ἱερᾶς ἑβδόμης, οὓς ἐθέσπισεν [*](1 ἀνεσφραγισμένον Turn. 2 αὐτῆς] αὐτοῦ Η 3 θήλεως FH 4 δὲ VO μόνον ταῦτα transp. BMAF, μόνα ταῦτα VOK κατεῖδον M παγκάλης Α 6 οὔτ’ ἐκφθαρησομένη Α εἶτα N, εἴτ’ Ε 7. 8 καἰ τὰ ἐν γῆ τῆ νῆ F) AFGHPX: om. ceteri ἡ γανύμενα ΒΕ: γαννύμενα ceteri (v) παναρμόνια H 9 ἐγγραφθέντας Κ 10 πολιτείᾳ] βίβλῳ νόμους V2OK 11 ἱλαραῖς BEMVOK: ἱλαρίαις AFGHPN: ἱλαρίναις (sic) v ἐν εὐθυμίαις AFN μὲν om. Α 11. 12 εἰς πορισμόν] ἐκ πορισμῶν A 12 πραγματείαν BEMV, πραγματείας V2OK ἄγοντες Α δὲ Α 12. 13 ἐκκεχειρίαν VKH 13 διαφειμένης Α 14 σχολάζοντες A; ἐνσχολάζοντας coni. Mang. γελῶσιν AP γέλωσι καὶ παιδιαῖς BEM ἢ ante μίμων om. FN 15 περὶ ἅς κηραίνουσι] περισκαίρουσι A δυσθανατῶσιν AFPN οἱ δὲ Α 16 16 καὶ eras. V2, om. OK δούλην] δοῦλον FGHP (v) 18 λοθῆραι (sic) Α 19 οἱ Α φιλοσοφίᾳ] φιλοσοφίας FH1PN 21 τῶ τῶ ὄντι BEMGIIP: τὸ τῶ ὄντι Α (Turn.), pr. τῷ om. VOKFN (Mang.) συνυφαίνεται V2OK 22 ἓν om. BEM) [*](6 — 23 N fol. 158r: εἶτα ἐκ τρίτου — ἀπόλαυσιν εὐδαιμονίας. 23 sqq. Num. 15, 32 — 36)

v.4.p.250
ἄνευ προφήτου ὁ θεὸς διὰ φωνῆς — τὸ παραδοξότατον—ὁρατῆς, ἣ τῶν παρατυγχανόντων ὀφθαλμοὺς ὤτων ἐπήγειρε μᾶλλον, ἐπὶ φρυγανισμὸν ἐξῄει διὰ μέσου τοῦ στρατοπέδου πάντας εἰδὼς ἐν ταῖς σκηναῖς ἠρεμοῦντας, καὶ δρῶν ἔτι τἀδίκημα καταφανὴς ὑπὲρ τοῦ μὴ λαθεῖν γίνεται.

πυλῶν γὰρ ἔξω προελθόντες τινὲς εἰς ἐρημίαν, ἵν’ ἐν τῷ καθαρωτάτῳ καὶ ἡσυχάζοντι εὔξωνται, θέαν ἔκνομον ἰδόντες, ξύλων ὕλην συγκομίζοντα, καὶ δυσανασχετήσαντες ἐμέλλησαν μὲν αὐτὸν ἀνελεῖν, λογισμῷ δὲ τὸ παρακεκινημένον τῆς ὀργῆς ἐπισχόντες, ἵνα μήτε ἰδιῶται πρὸ ἀρχόντων κολάζειν τινὰ δοκῶσι καὶ ταῦτ’ ἄκριτον, κἂν ἄλλως τὸ παρανόμημα ᾖ ἐμφανές, μήτε τοῦ περὶ τὴν ἡμέραν εὐαγοῦς μίασμα φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται, συλλαβόντες ἄγουσιν αὐτὸν ἐπὶ τὸν ἄρχοντα, ᾧ συνήδρευον μὲν οἱ ἱερεῖς, παρειστήκει δὲ σύμπασα ἡ πληθὺς πρὸς ἀκρόασιν.

ἔθος γὰρ ἦν, ἀεὶ μὲν κατὰ τὸ παρεῖκον, προηγουμένως δὲ ταῖς ἑβδόμαις, ὡς ἐδήλωσα καὶ πρόσθεν, φιλοσοφεῖν, τοῦ μὲν ἡγεμόνος ὑφηγουμένου καὶ διδάσκοντος ἅ τε χρὴ πράττειν καὶ λέγειν, τῶν δ’ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον.

ἀφ’ οὗ καὶ εἰσέτι νῦν φιλοσοφοῦσι ταῖς ἑβδόμαις Ἰουδαῖοι τὴν πάτριον φιλοσοφίαν τὸν χρόνον ἐκεῖνον ἀναθέντες ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν περὶ φύσιν· τὰ γὰρ κατὰ πόλεις προσευκτήρια τί ἕτερόν ἐστιν ἢ διδασκαλεῖα φρονήσεως καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ

θεῖα; τότε μὲν οὖν εἰς εἱρκτὴν ὁ τηλικοῦτον ἀσέβημα δράσας ἀπάγεται. Μωυσῆς δὲ ἀπορῶν ὅ τι χρὴ παθεῖν τὸν ἄνθρωπον — [*](1 διά φωνῆς codd.: καὶ διὰ φωνῆς v παραδοξώτατον BE ἣ BEVOK: ἢ M, παρὰ Α, ἡ om. FGHP (v) 2 ἐπήγειρε] ἐπήγαγε P 3 παντὸς Α εἰδὼς] ἰδὼν G 4 ἔτι] ἐπὶ Α, ὅτι 31 τἀδίκημα AFGHP: τὰ δόκιμα ceteri 5 ἐρημίαν Α (Mang.): ἠρεμίαν ceteri (Turn.) 6 ἡσυχάζοντι om. in textu E, add. mg. E 7 ἰδότες (sic) M 7.8 ἐμέλησαν V1AFHP 8 μὲν AFGHP: om. ceteri 9 ἐπισχόντες AGHP: ἐπισχόντας F, ἐπέσχον ceteri (Mang.) 10 ἄκριτα Α ἦ scripsi: ἦν codd. (v) 11 περὶ] παρὰ H1P ἐναγοῦς VOK ᾖ] ἦν V2K 12 συλλαβόντες AG: συλλαβόντες δ’ ceteri (v) συνήδευον Α οἱ om. AHP (v) 13 παρειστήκεισαν Α πᾶσα VOK πρὸς] ἐπ’ Α 14 παρῆκον VOKG ἑβδομάδαις BEM 15 ἐδήλωσε H1P 16 καὶ λέγειν om. F καλοκἀγαθίας AGHP 18 ἑβδομάδαις BM πατρίαν Α τὸν AFGHP: om. ceteri 19 περὶ] παρὰ F1 20 ἐστιν AGHP: om. ceteri διδασκαλία AP, διδασκαλεῖον Ο 21 ἀνδρίας EAG 23 οὖν om. Α τηλικοῦτο BEM ἀσέβημα δράσας AGHP: δράσας ἀσέβημα ceteri 24 ἄγεται Α μώσης AVOK δ’ BEM τὸν ἄνθρωπον παθεῖν transp. Α)

v.4.p.251
ᾔδει γὰρ ἄξια θανάτου διαπεπραγμένον, ἀλλὰ τίς ἂν γένοιτο τρόπος ἁρμόζων τῆς τιμωρίας; — ἀφικνεῖται πρὸς τὸ ἀόρατον ἀοράτῳ ψυχῇ δικαστήριον καὶ ἐπυνθάνετο τοῦ καὶ πρὶν ἀκοῦσαι πάντ’ ἐπισταμένου δικαστοῦ, τί κέκρικεν.

ὁ δ’ ἀποφαίνεται τὴν γνῶσιν, ὅτι καὶ θνῄσκειν ὀφείλει καὶ οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. διὰ τί;

ὅτι οὐχ αἱ βάναυσοι μόνον ἀλλὰ καὶ αἱ ἄλλαι τέχναι καὶ πραγματεῖαι καὶ μάλιστα αἱ περὶ πορισμὸν καὶ βίου ζήτησιν ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν.

ὕλη δὲ ξύλα πυρός, ὡς τὸν ξυλιζόμενον ἀδελφὸν καὶ συγγενὲς ἁμάρτημα τῷ καίοντι δρᾶν, τὸ παρανόμημα διπλασιάζοντα, τῇ μὲν ὅτι προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ’ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς.