De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἀλλὰ γὰρ ἅμ’ αὐτῷ καὶ πλῆθος ἀμήχανον ζῴων ἐπεφέρετο φθοροποιὸν φυτῶν, ἀκρίδες, αἳ ῥεύματος τρόπον ἀπαύστως ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα διέφαγον, ὅσα οἱ κεραυνοὶ ὑπελίποντο καὶ ἡ χάλαζα, ὡς μηδὲν ἐν τῇ τοσαύτῃ χώρᾳ βλαστάνον ἔτι θεωρεῖσθαι.

τότε μόλις εἰς ἀκριβεστάτην ἔννοιαν τῶν οἰκείων ἐλθόντες οἱ ἐν τέλει κακῶν προσελθόντες ἔλεγον τῷ βασιλεῖ· „μέχρι τίνος οὐκ ἐπιτρέπεις τὴν ἔξοδον τοῖς [*](1 καὶ om. M 2 κεκαινουργεῖσθαι EG συμβάντα] σύμπαντα GHP1 οὔπω GHP: οὐ ceteri 3 φθορᾷ] φορὰ G 4 παραψύξεσι YO ἐπιπτούσης E, ἐπιπτούσης C 5 τὰ— ἐξαναλωθέντα om. Ο τάδ’ KZ, τἄ δὲ Α καταναλωθέντα KZ 6 διέμεινε AVOZ 9 μώσης KZ κἄπειτα Ο 10 καταρράττει GH2K, καράττει (sic) M, καὶ ταράττει Α νότος βιαιότατος GHP: νότος om. VO, βιαιότατος νότος ceteri τὴν νύκτα G, νύκτωρ H (Turn.) 10. 11 προσεπιτεινόμενος GHPKZ: ἐπιτεινόμενος ceteri (Mang.) 11 σφοδρυνόμενος KZ: σφοδρούμενος ceteri (v) 12 τε om. Α ἐστι] ἦν V2O κεφαλγὴς ἅλ’ ἡ E, κεφαλγὴς Β, κεφαλγὸς Α βαρύκοος HP, βαρύκοος V, βαρήκοος Ο ἄσας] αὔας Κ1Ζ αὐδημονίας Z, εὐδαιμονίας G 13 τὰ om. C 14 διακονιθῆναι M 15 πάντα] ταῦτα Α καίειν] κινεῖν BEMA 16 ἅμα M αὐτῶ O ἀμήχανον GHPKZ: ἀμηχάνων ceteri 17 ἀκρίδας HP ἀπαύστως GHPKZ: om. ceteri 17. 18 ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα GKZ; om. ceteri (v) 18 διέφαγον GHP: τὰ δένδρα διέφαγον ceteri τὰ δένδρα acld. etiam mg. H) ὑπελείποντο C, διελείποντο VO 19 μόγις GHP, τοίνυν (pro μόλις) O 20 ἀκριβεστάτην GHP: ἀκριβεστέραν ceteri κακῶν GHPKZ: om. ceteri) [*](7 sqq. Exod. 10, 20)

v.4.p.149
ἀνδράσιν; ἢ οὔπω μανθάνεις ἐκ τῶν γινομένων, ὅτι ἀπόλωλεν Αἴγυπτος;“ ὁ δ’ ὅσα τῷ δοκεῖν ἐφιεὶς ὡμολόγει, χαλάσαντος τοῦ δεινοῦ. πάλιν δ’ εὐξαμένου Μωυσέως, ὑπολαβὼν ἐκ τῆς θαλάττης ἄνεμος ἀποσκίδνησι τὰς ἀκρίδας.

ἀνασκεδασθεισῶν δὲ καὶ τοῦ βασιλέως περὶ τὴν τοῦ ἔθνους ἄφεσιν δυσθανατοῦντος, ἐπιγίνεται τῶν πρότερον κακῶν μεῖζον· λαμπρᾶς γὰρ ἡμέρας οὔσης, ἐξαπιναίως ἀναχεῖται σκότος, ἴσως μὲν καὶ ἡλίου γενομένης ἐκλείψεως τῶν ἐν ἔθει τελειοτέρας, ἴσως δὲ καὶ συνεχείαις νεφῶν καὶ πυκνότησιν ἀδιαστάτοις καὶ πιλήσει βιαιοτάτῃ τῆς τῶν ἀκτίνων φορᾶς ἀνακοπείσης, ὡς ἀδιαφορεῖν ἡμέραν νυκτὸς καὶ τί γὰρ ἀλλ’ ἢ μίαν νύκτα νομίζεσθαι μακροτάτην τρισὶν ἡμέραις ἴσην καὶ ταῖς ἰσαρίθμοις νυξί.

τότε δή φασι τοὺς μὲν ἐρριμμένους ἐν ταῖς εὐναῖς μὴ τολμᾶν ἐξανίστασθαι, τοὺς δ’ ὁπότε κατεπείγοι τι τῶν τῆς φύσεως ἀναγκαίων ἐπαφωμένους τοίχων ἤ τινος ἑτέρου καθάπερ τυφλοὺς μόλις προέρχεσθαι· καὶ γὰρ τοῦ χρειώδους πυρὸς τὸ φέγγος τὸ μὲν ὑπὸ τῆς κατεχούσης ζάλης ἐσβέννυτο, τὸ δὲ τῷ βάθει τοῦ σκότους ἀμαυρούμενον ἐνηφανίζετο, ὡς τὴν ἀναγκαιοτάτην ὄψιν τῶν αἰσθήσεων ὑγιαίνουσαν πηρὸν εἶναι μηδὲν ὁρᾶν δυναμένην, τετράφθαι δὲ καὶ τὰς ἄλλας οἷα ὑπηκόους πεσούσης τῆς ἡγεμονίδος·

οὔτε γὰρ λέγειν τις οὔτ’ ἀκούειν οὔτε προσενέγκασθαι τροφὰς ὑπέμενεν, ἀλλ’ ἡσυχίᾳ καὶ λιμῷ παρέτεινον αὑτοὺς οὐδεμιᾷ τῶν αἰσθήσεων σχολάζοντες, ἀλλ’ ὑπὸ τοῦ πάθους ὅλοι συνηρπασμένοι, μέχρι πάλιν Μωυσῆς λαβὼν οἶκτον ἱκετεύει τὸν θεόν· ὁ δὲ φῶς ἀντὶ σκότους καὶ ἡμέραν ἀντὶ νυκτὸς ἐργάζεται σὺν αἰθρίᾳ πολλῇ.

[*](2 ἐφιεῖν (sic) VO, ἀφιεὶς Α; ἐφήσειν conicio χαλάσαντος GHPV2O: χαλάσαντος δὲ ceteri (v) 2.3 πάλιν δ’ GHP: δ’ om. ceteri (v) 3 μωϋσέος MAKHP ὑποβαλὼν VO τῆς GHP: om. ceteri ἀποσκίδνησι GHP: ἀποσκεδάννυσι ceteri 4 ἀποσκεδασθεισῶν A 5 δυσθανατῶντος CGHPZ προτέρων ΑΚ1Ζ κακὸν VO 6 μὲν om. KZ 7 γινομένης BEMKZ τελεωτέρας Ο 8 πιλείση G βεβαιοτάτῃ coni. Mang. 11 δή om. GHP; δέ Turn. 12 κατεπείγοι τι GHP: τι om. Z, τι κατεπείγοι cetcri τῶν τε G 13 τοίχων GHP: τοίχου ceteri προσέρχεσθαι C1V1BEM, διέρχεσθαι G 14 τὰ μὲν CV1BEMA 14. 15 ὑπὸ τῆς κατεχούσης ζάλης GHP: τῆ κατεγούση ζάλη χαλάζη Ο) ceteri 15 τὰ δὲ CV1BEMA βάθει] βάρει GHP ἀμαυρούμενα CV1BEMA 16 τῆ ἀναγκαιοτάτη ὄψει V2O ὄψιν fort. delendum ὑγιαινούση V2O, τ’ ὑγιαίνουσαν BEM, τὴν ἡγεμονεύουσαν AP2 τηρὸν] πονηρὸν VOK2 17 μηδὲν GHP: μήδ’ VO, μηδὲ ceteri δυναμένην GHP: δυναμένη V2O, δυναμένων ceteri τοὺς ἄλλους O οἷα codd.: οἷον Mang. 18 οὔτε ἀκούειν G 18. 19 προσενέγκαι VO 19 αὐτοὺς CMGH1PKZ 20 οὐδὲ μιᾷ BEM κολάζοντες M, ἐνασχολούμενοι mg. O 21 μώσης P λαβεῖν O οἶκτον λαβὼν transp. M 22 αἰθερία M)[*](5 sqq. Exod. 10,21— 29)
v.4.p.150

Τοιαύτας φασὶ γενέσθαι καὶ τὰς διὰ μόνου Μωυσέως ἐπιπλήξεις, τὴν διὰ χαλάζης καὶ κεραυνῶν, τὴν διὰ τῆς ἀκρίδος, τὴν διὰ σκότους, ὃ πᾶσαν ἰδέαν φωτὸς οὐ παρεδέχετο· κοινῇ δ’ αὐτός τε καὶ ὁ ἀδελφὸς μίαν ἐπετράπησαν, ἣν αὐτίκα σημανῶ.

κελεύσαντος τοῦ θεοῦ, τέφραν ἀπὸ καμίνου λαμβάνουσι ταῖς χερσίν, ἣν Μωυσῆς κατὰ μέρος εἰς τὸν ἀέρα διέπαττεν· ἔπειτα κονιορτὸς αἰφνίδιον ἐπενεχθεὶς ἀνθρώποις τε καὶ ἀλόγοις ζῴοις ἀγρίαν καὶ δυσαλγῆ κατὰ τῆς δορᾶς ἁπάσης ἕλκωσιν εἰργάζετο καὶ τὰ σώματα εὐθὺς συνῴδει ταῖς ἐξανθήσεσιν ὑποπύους ἔχοντα φλυκταίνας, ἃς ἐτόπασεν ἄν τις ἀφανῶς ὑποκαιομένας ἀναζεῖν.

ἀλγηδόσι τε καὶ περιωδυνίαις κατὰ τὸ εἰκὸς ἐκ τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις — ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων —, ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο, ἡ νόσος ῥᾴων ἐγένετο.

κοινῇ μέντοι τὴν νουθεσίαν ταύτην ἐπετράπησαν δεόντως, ὁ μὲν ἀδελφὸς διὰ τὸν ἐπενεχθέντα κονιορτόν, ἐπεὶ τῶν ἀπὸ γῆς συμβαινόντων τὴν ἐπιμέλειαν ἔλαχε, Μωυσῆς δὲ διὰ τὸν ἀέρα μεταβαλόντα πρὸς κάκωσιν τῶν οἰκητόρων· ταῖς δ’ ἀπ’ ἀέρος καὶ οὐρανοῦ πληγαῖς οὗτος ὑπηρέτει.

Λοιπαὶ δὲ τιμωρίαι τρεῖς εἰσιν αὐτουργηθεῖσαι δίχα τῆς ἀνθρώπων ὑπηρεσίας, ὧν κατὰ μίαν ἑκάστην, ὡς ἂν οἷόν τε ᾖ, δηλώσω. πρώτη δ’ ἐστὶν ἡ γενομένη διὰ ζῴου τῶν ἐν τῇ φύσει πάντων θρασυτάτου, κυνομυίας, ἣν ἐτύμως ἐκάλεσαν οἱ θετικοὶ τῶν ὀνομάτων — [*](1 τοσαύτας M μωϋσέος MKHP 2 χαλάζης GHP: χαλαζῶν ceteri δι’ ἀκρίδος M (fort. recte) 3 σκότους MGHP: τοῦ σκότους ceteri ἰδέαν] ἰδίαν M τε GHP: om. ceteri 5 μώσης O 5.6 κατὰ μέρος om. KZ 7 καὶ ante ζῴοις add. C δυσαλγῆ GHP: δυσανθῆ Α, δυσαλθῆ ceteri (Mang.) τῆς om. G 8 ἀπάσης GHPKZ: πάσης ceteri 8.9 ἐξανθήσεσιν GHPKZ: ὑπανθήσεσιν ceteri 9 ὑπωπύους Α φλυκταίναις M 10 ἀναζῆν GH τε] δὲ conicio περιοδυνίαις Z 11 φιλογνώσεως (sic) Α 11.12 τῶν σωμάτων om. KZ 12 ἔκαμον Η1Ρ ἐκτρυχόμενοι Α 13 ἐθεάσατο GHP: ἐθεᾶτο ceteri 13. 14 μέρος καὶ μέλος transp. CVO 14 ἐσπαρμένων GHP1 alt. καὶ om. C αὐτὴν om. CV1EA, ss. Β συγκριθέντων coni. Mang. 16 ῥᾶρον V1 ut vid. 16. 17 ἐτράπησαν M 18 μώσης G post διὰ add. τὸ HP 19 δ’] γὰρ V2O 20 ὑπηρέτει GHP; ὑπηρετεῖτο ceteri 22 ὡς ἂν οἷόν τε ἦ G, ὡς οἷόν τε ἦ ΗΡ: ὡς οἷός τε ὦ Α, ὡς ἂν οἷος τε ὦ ceteri 23 δέ ἐστιν CAVO 24 ἑτοίμως Κ) [*](4 sqq. Exod. 9,8 —12 23 sqq. Exod. 8,24 sqq.)

v.4.p.151
σοφοὶ γὰρ ἦσαν — ἐκ τῶν ἀναιδεστάτων ζῴων συνθέντες τοὔνομα, μυίας καὶ κυνός, τοῦ μὲν τῶν χερσαίων θρασυτάτου, τῆς δὲ τῶν πτηνῶν· ἐπιφοιτῶσι γὰρ καὶ ἐπιτρέχουσιν ἀδεῶς, κἂν ἀνείργῃ τις, εἰς τὸ ἀήττητον ἀντιφιλονεικοῦσιν, ἄχρις ἂν αἵματος καὶ σαρκῶν κορεσθῶσιν.

ἡ δὲ κυνόμυια τὴν ἀφ’ ἑκατέρου τόλμαν προσειληφυῖα δηκτικὸν καὶ ἐπίβουλον ζῷόν ἐστι· καὶ γὰρ πόρρωθεν μετὰ ῥοίζου καθάπερ βέλος εἰσακοντίζεται καὶ ἐπεμπίπτουσα βιαίως εὖ μάλα ἐγχρίμπτεται.

τότε δὲ καὶ θεήλατος ἦν ἡ προσβολή, ὡς δεδιπλασιάσθαι τὴν ἐξ αὐτῆς ἐπιβουλὴν οὐκέτι μόνον τοῖς φυσικοῖς κεχρημένης πλεονεκτήμασιν, ἀλλὰ καὶ τοῖς ἐκ θείας ἐπιφροσύνης, ἣ τὸ ζῷον ὥπλιζε καὶ πρὸς ἀλκὴν ἀνήγειρε κατὰ τῶν ἐγχωρίων.

μετὰ τὴν κυνόμυιαν εἵπετο τιμωρία πάλιν ἄνευ συμπράξεως ἀνθρωπίνης, βοσκημάτων θάνατος· βουκόλια γὰρ καὶ αἰπόλια καὶ ποίμνια μεγάλα καὶ ὅσαι ὑποζυγίων καὶ ἄλλων θρεμμάτων ἰδέαι πᾶσαι μιᾷ ἡμέρᾳ, ὡς ἀφ’ ἑνὸς συνθήματος, ἀγεληδὸν διεφθείροντο, τὴν ἀνθρώπων ἀπώλειαν, ἣ μικρὸν ὕστερον ἔμελλε γίνεσθαι, προμηνύουσαι καθάπερ ἐν ταῖς λοιμώδεσι νόσοις· λέγεται γὰρ προάγων τις εἶναι λοιμικῶν ἀρρωστημάτων ἡ ζῴων ἀλόγων αἰφνίδιος φθορά.

μεθ’ ἣν ἡ δεκάτη καὶ τελευταία δίκη πάσας ὑπερβάλλουσα τὰς προτέρας ἐπεγένετο, θάνατος Αἰγυπτίων οὔτε πάντων — οὐ γὰρ ἐρημῶσαι τὴν χώραν προῃρεῖτο ὁ θεὸς ἀλλὰ νουθετῆσαι μόνον — οὔτε τῶν πλείστων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐξ ἁπάσης ἡλικίας, ἀλλὰ τοῖς [*](1 συνθέντες om. VO τὸ ὄνομα VO 2 τοῦ] τῆς Α τοῦ χερσαίου C χερσαίων θρασυτάτου] θηρίων οὔσης Α τῆς] τοῦ BEMGKZ 3 post ἐπιφοιτῶσι add. τε G ἀδεῶς] ἀναιδῶς coni. Mang. εἴργῃ KZ 4 ἂν GHP: om. ceteri σαρκὸς K1O 5 post δηκτικὸν add. γὰρ Α ἐπίβολον coni. Mang. 7 ἐπεμπίπτουσα GHP: ἐπιπίπτουσα O, ἐπεισπίπτουσα ceteri εὖ μάλα om. M ἐγχρίπτεται MAOGPKZ καὶ om. M 8 προβολή HP ἐπιβουλίαν H; ἐπιβολὴν coni. Mang. 9 κεχρημένης GHP: χρωμένης KZ, χρωμένη CBEMA, χρωμένην VO χρωμένη τοῖς φυσικοῖς transp. Α alt. τοῖς] τῆς L (Turn.) 10 ὥπλιζε GHP: ὥπλικε ceteri διήγειρε BEMAKZ 12 καὶ add. ante βοσκημάτων G καὶ om. G 13 ὅσα KZ ἄλλων GHP: ὅσαι ceteri ἰδέαι] ἀγέλαι VO 14 διεφθείρετο G 15 μικρὸν GHP: πρὸς μικρὸν ceteri ἔμελλε corr. ex ἤμελλε Β, ἤμελλε EA 15. 16 προμηνύουσαι H2Z: προμηνύουσα ceteri 16 γὰρ] γοῦν CV1HP 16. 17 προάγων τις VOK2, προαγών τις CBEM: προαγωγός τις A, προαγωγόν τι GHPK1Z 17 ἀρρωστημάτων GHP: νόσων ceteri (v) ἄλογος H1P αἰφνίδιος om. KZ φορά G 19 πρότερον O ἐγένετο M οὗτε πάντων om. O οὐ C: οὐδὲ BEMAKZ, οὔτε VOGHP 20 ὁ om. M) [*](11 sqq. Exod. 9, 3—6 18 sqq. Exod. 12,29 sqq.)

v.4.p.152
ἄλλοις ζῆν ἐφιεὶς μόνων τῶν πρωτοτόκων καταψηφίζεται θάνατον ἀρξάμενος ἀπὸ τοῦ πρεσβυτάτου τῶν βασιλέως παίδων καὶ λήξας εἰς τὸν τῆς ἀφανεστάτης ἀλετρίδος.

περὶ γὰρ μέσας νύκτας οἱ πρῶτοι πατέρας καὶ μητέρας προσειπόντες καὶ ὑπ’ ἐκείνων υἱοὶ πάλιν πρῶτον ὀνομασθέντες ὑγιαίνοντες καὶ τὰ σώματα ἐρρωμένοι πάντες ἀπ’ οὐδεμιᾶς προφάσεως ἡβηδὸν ἐξαπιναίως ἀνῄρηντο καὶ οὐδεμίαν οἰκίαν ἀμοιρῆσαί φασι τότε τῆς συμφορᾶς.

ἅμα δὲ τῇ ἕῳ κατὰ τὸ εἰκὸς ἕκαστοι θεασάμενοι τοὺς φιλτάτους ἀπροσδοκήτως τετελευτηκότας, οἷς ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι μέχρι τῆς ἑσπέρας ἐγεγένηντο, βαρυτάτῳ πένθει κατασχεθέντες οἰμωγῆς πάντα ἐνέπλησαν, ὥστε συνέβη καὶ διὰ τὴν κοινοπραγίαν τοῦ πάθους ἁπάντων ἀθρόως ὁμοθυμαδὸν ἐκβοησάντων ἕνα θρῆνον ἀπὸ περάτων ἐπὶ πέρατα κατὰ πάσης τῆς χώρας συνηχῆσαι.

καὶ μέχρι μὲν ἐν ταῖς οἰκίαις διέτριβον, ἀγνοῶν ἕκαστος τὸ τοῦ πλησίον κακὸν ἐπὶ τῷ ἑαυτοῦ μόνον ἔστενε, προελθὼν δὲ καὶ γνοὺς τὰ τῶν ἄλλων διπλοῦν πένθος πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν εὐθὺς ἐλάμβανεν, ἐπ’ ἐλάττονι καὶ κουφοτέρῳ μεῖζον καὶ βαρύτερον, ἅτε καὶ τὴν ἐλπίδα τῆς παραμυθίας ἀφῃρημένος· τίς γὰρ ἔμελλε παρηγορεῖν ἕτερον αὐτὸς ὢν τοῦδε χρεῖος;

ὅπερ δ’ ἐν τοῖς τοιούτοις φιλεῖ, τὰ παρόντα νομίσαντες ἀρχὴν εἶναι μειζόνων καὶ περὶ τῆς τῶν ἔτι ζώντων ἀπωλείας καταδείσαντες συνέδραμον εἰς τὰ βασίλεια δεδακρυμένοι καὶ τὰς ἐσθῆτας περιερρηγμένοι κατεβόων τε τοῦ βασιλέως ὡς πάντων αἰτίου τῶν συμβεβηκότων δεινῶν.

εἰ γάρ, ἔλεγον, εὐθὺς ἐν ἀρχῇ Μωυσέως ἐντυχόντος εἴασεν ἐξελθεῖν τὸ ἔθνος, οὐδενὸς ἂν τῶν γεγονότων πειραθῆναι τὸ παράπαν· εἴξαντος δ’ αὐθαδείᾳ τῇ συνήθει, τὰ ἐπίχειρα τῆς ἀκαίρου φιλονεικίας ἐξ ἑτοίμου λαβεῖν. εἶτ’ ἄλλος ἄλλον παρεκάλει τὸν λεὼν μετὰ πάσης σπουδῆς ἐξ ἁπάσης τῆς χώρας ἐξελαύνειν, καὶ τὸ μίαν [*](1 ἐφιεὶς GHP: ἐφεὶς ceteri μόνον OZ 2 βασιλέων V1, βασιλείων V2O 3 ἀλεστρίδος O πρῶτον BEMAP2KZ 4 πρῶτον om. AVOK 5 post πάντες add. δ’ KZ 6 οὐδεμίαν] μίαν οὐδὲ μίαν CVO ἀμοιρίσαι A 7 τῆς τότε transp. Mang. 9 ἄχρι Ο 10 καὶ GHP: om. ceteri 12 συνηχῆσαι κατὰ πάσης τῆς οἰκουμένης (sic pro χώρας) trausp. Α 14 τῷ] τὸ EAPZ, τὸ τοῦ G προσελθὼν G 15 ἐπ’ GHP: om. ceteri 16. 17 τῆς παραμυθίας om. M 17 ἀφαιρούμενος BEMAKZ ἔμελλε παρηγορεῖν ἕτερον GHP: ἔμελλεν ἕτερον παρηγορεῖν KZ, ἔμελλε παρηγορεῖν (om. ἕτερον) ceteri 19 τῆς VOGH2: om. ceteri ἔτι GHP: om. ceteri ἀπωλείας GHP: om. ceteri 21 τε om. BEMA 22 μωϋσέος BMAKHP 23 εἴασαν M ὑπεξελθεῖν CVG 24 μὴ εἴξαντος V1O, μὴ expunxit V2 25 εἶτα CVBEKZ 26 πάσης om. V ἐξ ἁπάσης mg. O, πάσης in textu O ἐξελαύνειν GHPO: ἐλαύνειν ceteri)

v.4.p.153
ἡμέραν μᾶλλον δὲ ὥραν αὐτὸ μόνον κατασχεῖν πρὸς ἀνήκεστον τιμωρίαν τιθέμενοι.

οἱ δ’ ἐλαυνόμενοι καὶ διωκόμενοι τῆς αὑτῶν εὐγενείας εἰς ἔννοιαν ἐλθόντες τόλμημα τολμῶσιν, ὁποῖον εἰκὸς ἦν τοὺς ἐλευθέρους καὶ μὴ ἀμνήμονας ὧν ἐπεβουλεύθησαν ἀδίκως.