De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

[*](II p. 1 M.)

Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ’ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ

τῶν δὲ κακίᾳ συμβιωσάντων· ἀλλ’ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε ἦν, ἠκριβώσαμεν.

ἐπεὶ δὲ [*](1—3 Φίλωνος βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων ἀγράφων· ὅ ἐστι περὶ ἀβραάμ C, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος νόμοις ἀγράφων, ὅς ἐστι περὶ ἀβραάμ G, τοῦ αὐτοῦ βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμων, ὅς ἐστι περὶ ἀβραάμ F, τοῦ αὐτοῦ βίος κατὰ διδασκαλίαν τελειωθέντος ἡ νόμος ἀγράφων BE, ὢν τοῦ αὐτοῦ βίος (σοφοῦ ss.) τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμος ἀγράφων (ὅ περὶ ἀβραάμ. add. postea) K, βίος σοφοῦ τοῦ κατὰ διδασκαλίαν τελειωθέντος ἢ νόμων ἀγράφων MA, περὶ βίου σοφοῦ ἢ νόμων ἀγράφων HP 3 τὸ πρῶτον addidi 5. 6 ἣν— περιέχει om. Arm 7 καὶ ἀφορίας BEK Arm: ἢ ἀφορίας ceteri 8 ἡ λιμὸν καὶ εὐθηνίαν om. Arm φθορὰς] φθορᾶς Α, φορὰς BE 8. 9 δι’ ὕδατος καὶ πυρὸς transp. Arm 10 τῶν pr.] τὴν Η (Turn.) ἀνδρῶν BEK: τῶν ἀνδρῶν ceteri 11 ἐπεὶ BEK: ἐπειδὴ ceteri τοῦ om. Κ 12 μαθήματα FG 13 συντέτακται Κ Philonis opera vol. IV 1)

v.4.p.2
τοὺς νόμους κατὰ τὸ ἑξῆς καὶ ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν.

οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει,

δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο.

ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης.

[*](1 κατὰ τὸ ἑξῆς om. BE καὶ ἀκόλουθον scripsi: κατακόλουθον BE, ἀκόλουθον ceteri ἀναγκαῖον ἦν Κ Arm, ἦν (om. ἀναγκαῖον) BE 2 ἐπὶ μέρη F καὶ ὡς ἄν om. C ὡς ἄν εἰκόνων] ὡσανεὶ κοινῶν BEMAP2 εἰκόνων] ἐκείνων C 3 καὶ om. C διερευνήσωμεν codd.: διερευνήσομεν Maug. 5 οὐχ ὑπέρ τὸν ἐκείνων ἔπαινον G, οὐχ ὑπὲρ τὸν (corr. ex τοῦ) τὸν ἐκείνων ἔπαινον F, οὐχ ὑπὲρ τοῦ ἐκείνων ἐπαίνου C ἐκεῖνον EP 7 ὅμοιον BEK Arm: τῶν ὁμοίων ceteri S μὲν] γὰρ P, μὲν ὅτι in ras. Η (Turn.) δεῖξαι L (Turn.) 9 τεθειμένα BEKM: τιθέμενα ceteri τῶν τῆς φύσεως coni. Mang. δὲ om. Α διότι BE 10 ἐθέλουσι BEK: θέλουσι ceteri 11 τι] τε BE 12 τινα] τις C, τι FG 13 τιθέντας Mang. μηδὲν om. Α ἀλλ’ ἢ coni. Wendl. τοῦ βίου Κ 15 διδασκάλους Ε, διδασκάλων ΒΚ 18 πρεσβύτατον CFG Arm: νόμιμον, πρεσβύτατον Κ, πρεσβύτατον νόμιμον ceteri ἅπαντα τὸν βίον ηὐνομήθησαν om. CFG, ηὐνομήθησαν om. in lc. Α 18. 19 ηὐνομήθησαν BEK Arm: ἐνομοθέτησαν MHP 19 δὲ om. E 20 καὶ λιταῖς om. ΒΕ καὶ ταῖς ἱκεσίαις BE 22 ἄνευ] ἐξ Arm 7 ἔμψυχοι νόμοι] ν. Hirzel, Ἄγραφος νόμος p. 17. 51 ss.)
v.4.p.3

Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ.

Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον.

ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν.

καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων [*](2 ἀνατέμνει] ἀναφαίνει CF ἀνατέμνει καὶ oiu. Arin 4 post ἐραστὴν add. ἐνὼς M ἄνθρωπον om BE 6 τἀγαθὰ F 7 δῆλον ὅτι CBEK: δηλονότι ceteri οὐκ ΒΕ Arm: οὐδ’ ceteri 8 τοῦ οἰκειοτάτου P 9 ψυχῆς om. ΒΕ καὶ om. Arm 10 εὐέλπιστον BE προσειπών BEK οὗτος ἤλπισεν ἐπικαλεῖσθαι· αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων C adnot. in marg. 13 καθαρωτέρου BE 14 διειθισμένου Α ὄντως] οὗτος Α λογικῶν BE ὁ ποιητὴς MAIIP 15 ποιητῶν ὄντων BEK: ὄντων ποιητῶν ceteri κατ’ ἐξοχὴν om. G 15. 16 καὶ μέλαν τὸ ᾧ conicio 16 ᾧ] ὃ BEK, ὧ ὃ P πάντως BEMA μέλαν ὄντως BEMA 16—18 καὶ ὄρχων — καταριθμοῦνται ἁ om. Arm 17 ὁ ἄριστος BEKF 19 ὠνόμασεν CE ἐφυσηχάσας (sic) C, ἐφησυχάσας MAII ἀξίους BE 3 sqq. Euseb. Pr. Ev. VII 8,5 . . . παρ’ ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται· κέκληται δ’ οὖν (γοῦν?) Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς εὐθυβόλῳ προσωνυμία. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἡ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ, (6) ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἡ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας .... (11) τοιόσδε μὲν οὖν ὁ παρ’ ‘Eβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος ... ὁ θεοφιλῶν πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.)

v.4.p.4
τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν.

εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν.

εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον.

ἐν ἀριθμοῖς δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι "ἅγιός ἐστι καὶ αἰνετός“ (Lev. 19, 24)· δι’ ἃς δ’ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας συντάξεως εἴρηται.

ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ καὶ φόβον ἐλπίδι· καὶ μήποτ’ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, ἀλλ’ ἡ μὲν ἀγαθῶν, ἡ δ’ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ’ αἱ φύσεις

τούτων καὶ ἀσύμβατοι. τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν, ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας.

πολλὰ μὲν οὖν οἱ νομοθέται, πολλὰ δὲ οἱ πανταχοῦ νόμοι πραγματεύονται περὶ τοῦ τὰς ψυχὰς τῶν ἐλευθέρων ἐλπίδων χρηστῶν ἀναπλῆσαι· ὁ δ’ ἄνευ παραινέσεως δίχα τοῦ κελευσθῆναι γενόμενος εὔελπις ἀγράφῳ μὲν νόμῳ δὲ πάλιν αὐτομαθεῖ τὴν ἀρετὴν ταύτην πεπαίδευται, ὃν ἡ φύσις ἔθηκε.

Δευτέραν δ’ ἔλαχε τάξιν μετὰ τὴν ἐλπίδα ἡ ἐπὶ τοῖς [*](1 ante γενέσεως add. BE 2 ἀνθρώπου om. F 3 τῆς] τοῖς P χαρτηδίοις Α post χαρτιδίοις add. τοῖς H2L(v) σητῶν] σήψεων CFG (Turn.) 3. 4 διαφθαρησομένοις Κ, διαφθαρησομένης C (Arm?) 4 τῆς] τοῖς BE τῆ om. ΑΚ ᾗ] ἧς Α 5 ἀναγράπτους] ἀνεξαλείπτους Arm post μέντοι add. καὶ AH 6 τὸν] καὶ F μὲν ὑπὸ transp. HP 8—9 παρὰ— οὐσίας om. F 8 τε om. HP1, ss. P2 9 καὶ νοητὰς οὐσίας transp. Κ (fort. recte) μώση G, μωσεῖ ceteri 11 δὲ BEK ἐλέχθη cum seqq. coniungit et εἴρηται om. Arm (fort. recte) 12 ὁ εὔελπις om. BE 13 ἄναγνος ΒΕΚ: ἐναγὴς ceteri 14 ἄλλῳ] ἄλλως BEM, ἀλλ’ ὡς Α 15 καὶ alt. om. H1P1 ss. H2P2 16 ἡ δ’] ἥδ’ MAH, ὁ δ’ Mang. δ’ αἰ] δὲ CF1G 17 καὶ] αἱ CF1 19 προθεραπεύσαντας CBEK: προθεραπεύοντας ceteri 20 οὑν om. Α 23 πεπαίδευται, ὃν ] πεπαιδευτέον BE 24 ἔθηκεν Β 25 δὲ BEK ἔλαχε BEK Arm: ἔχει ceteri)

v.4.p.5
ἁμαρτανομένοις μετάνοια καὶ βελτίωσις· ὅθεν ἑξῆς ἀναγράφει τὸν ἀπὸ χείρονος βίου πρὸς τὸν ἀμείνω μεταβαλόντα, ὃς καλεῖται παρὰ μὲν Ἑβραίοις Ἐνώχ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν „κεχαρισμένος“, ἐφ’ οὗ καὶ ταυτὶ λέλεκται, ὡς ἄρα „εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5, 24).

ἡ γὰρ μετάθεσις τροπὴν ἐμφαίνει καὶ μεταβολήν· πρὸς δὲ τὸ βέλτιον ἡ μεταβολή, διότι προμηθείᾳ γίνεται θεοῦ· πᾶν γὰρ τὸ σὺν θεῷ καλὸν καὶ συμφέρον πάντως, ἐπεὶ καὶ τὸ ἄνευ θείας ἐπιφροσύνης ἀλυσιτελές.

εὖ δ’ εἴρηται τὸ „οὐχ ηὑρίσκετο“ ἐπὶ τοῦ μετατεθειμένου, τῷ τὸν ἀρχαῖον καὶ ἐπίληπτον ἀπαληλίφθαι βίον καὶ ἠφανίσθαι καὶ μηκέθ’ εὑρίσκεσθαι, καθάπερ εἰ μηδὲ τὴν ἀρχὴν ἐγένετο, ἢ τῷ τὸν μετατιθέμενον καὶ ἐν τῇ βελτίονι ταχθέντα τάξει δυσεύρετον εἶναι φύσει· πολύχουν μὲν γὰρ ἡ κακία, διὸ καὶ πολλοῖς γνώριμον, σπάνιον δ’ ἡ ἀρετή, ὡς μηδ’ ὑπ’ ὀλίγων καταλαμβάνεσθαι.

καὶ ἄλλως ὁ μὲν φαῦλος ἀγορὰν καὶ θέατρα καὶ δικαστήρια βουλευτήριά τε καὶ ἐκκλησίας καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἅτε φιλοπραγμοσύνῃ συζῶν μετατρέχει, τὴν μὲν γλῶτταν ἀνιεὶς πρὸς ἄμετρον καὶ ἀπέραντον καὶ ἄκριτον διήγησιν, συγχέων ἅπαντα καὶ φύρων, ἀληθέσι ψευδῆ καὶ ῥητοῖς ἄρρητα καὶ ἴδια κοινοῖς καὶ ἱεροῖς βέβηλα [*](2 τὸν om. BE ἀμείνω BEK: ἀμείνονα ceteri μεταβαλόντα CBEK: μεταβάλλοντα ceteri 3 εἴποιε H1P ἀφ’ οὗ Η (Turn.) 4 Ἐνὼχ om. Arm εὑρίσκετο Κ, εὑ- ex ηὑ- corr. Β 8 εὖ] ὃ BE εἴρητο C τὸ] καὶ BE, τὸ καὶ Arm 9 εὑρίσκετο BEK ante τῷ add. ἡ BE τῷ] τὸ F τὸν τῶν ἀρχαίων A καὶ om. Mang. 10 ἀπαληλίφθαι Κ, ἀπαληλεῖφθαι BE: ἀπηλεῖφθαι ceteri βίον καὶ ἠφανίσθαι BEK: καὶ ἠφανίσθαι βίον transp. ceteri, καὶ ἠφανίσθαι om. Arm μηκέθ’ BEK: μηκέτι ceteri 11 μετατιθέμενον BEK: μετατεθειμένον ceteri 12 φύσει] φύσιν Η, τάξει BE 13 δὲ BEK ὑπ’] ἀπ’ F 15 ἀνθρώπων καὶ θίασον transp. HP 16 τὴν μέν γλῶτταν] τῆ μὲν τὰ ὦτα BE 17 ἀμέτρων καὶ ἀπεράντων BE Arm καὶ ἄκριτον ἀκρίτων BE) διήγησιν BEK: διήγησιν καὶ ἄκριτον transp. ceteri, καὶ ἄκριτον om. Arm post συγχέων add. γὰρ CFGA ἅπαντα BEK: πάντα ceteri 18 καὶ ἴδια—βέβηλα om. Arm) [*](1 sqq. Euseb. Pr. Ev. VII 8,13 ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον Ἐνὼς) ἄλλος „εὐηρέστησε τῷ κυρίῳ καὶ οὐχ ηὑρίσκετο, ὥς φησι Μωυσῆς, διότι μετέθηκεν αὐτὸν ὁ θεὸς“ δι’ ἄκραν ἀρετῆς τελείωσιν· δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. (14) οὗτος δ’ ἂν εἴη ὁ ἐν θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ’ ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς ὑπὸ θεοῦ εὕρηται. (15) τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομ’.)

v.4.p.6
καὶ σπουδαίοις γελοῖα ἀναμιγνύς, διὰ τὸ μὴ πεπαιδεῦσθαι τὸ ἐν καιρῷ κάλλιστον, ἡσυχίαν, τὰ δὲ ὦτα ἐπουρίσας ἕνεκα πολυπράγμονος περιεργίας·