De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

φησὶ γὰρ τοῖς ἀδελφοῖς· „ᾤμην ἡμᾶς δεσμεύειν δράγματα“ (l. c.). ἀδελφοὶ δ’ εἰσὶν ὁμοπάτριοι μὲν δέκα, ὁμογάστριος δὲ εἷς· ἑκάστου δὲ αὐτῶν τοὔνομα σύμβολον ἀναγκαιοτάτου πράγματός ἐστι, Ῥουβὴν μὲν εὐφυΐας — υἱὸς γὰρ ὁρῶν καλεῖται, ᾗ μὲν υἱός, οὐ τέλειος, ᾗ δὲ ὁρατικὸς καὶ ὀξὺ καθορῶν, εὐφυής —, μαθήσεως δὲ Συμεών — εἰσακοὴ γὰρ ἑρμηνεύεται —,

ἐνεργειῶν δὲ καὶ πράξεων σπουδαίων καὶ λειτουργιῶν ἁγίων Λευί, τῶν δὲ εἰς θεὸν ᾠδῶν τε καὶ ὕμνων Ἰούδας, Ἰσσάχαρ δὲ μισθῶν, οἳ ἐπ’ ἔργοις καλοῖς ἀποδίδονται — τάχα δ’ αὐτὰ τὰ ἔργα ὁ τέλειος μισθὸς ἦν —, Ζαβουλὼν δὲ φωτός, ἐπειδὴ ῥύσις νυκτερίας ὀνομάζεται — ῥεούσης δὲ καὶ ἀπολιπούσης νυκτὸς ἐξ ἀνάγκης φῶς ἀνίσχει —,

διακρίσεως δὲ καὶ τομῆς πραγμάτων Δάν, ἐπιθέσεως δὲ καὶ ἀντεπιθέσεως πειρατικῆς Γάδ, Ἀσὴρ δὲ τοῦ φυσικοῦ πλούτου — μακαρισμὸς γὰρ ἑρμηνεύεται, ἐπειδὴ μακάριον κτῆμα νενόμισται πλοῦτος —, εἰρήνης δὲ Νεφθαλείμ — διανοίγεται γὰρ καὶ εὐρύνεται πάντα εἰρήνῃ, ὡς συγκλείεται πολέμῳ·

τὸ δὲ ὄνομα μεταληφθὲν πλατυσμὸς ἢ διανεῳγμένον ἐστί —, Βενιαμὶν δὲ τοῦ νέου καὶ γέροντος χρόνου· λέγεται γὰρ ἑρμηνευθεὶς υἱὸς ἡμερῶν εἶναι, ἡμέραις δὲ καὶ νυξὶν ὁ νέος ὁμοῦ καὶ γέρων αἰὼν [*](1 λέγων Mang. : λέγειν A 2 μὴ A: μὲν coni. Mang., secl. Ricbter, sed v. ἑ 21 κατᾴδειν Α 4 #x003E; ὑπηρεσία conicio (v. ἑ 21) 7 δὲ conicio 9 ὡς] ἅς coni. Mang. 10 καὶ #x003E; conicio 14 Ῥουβὴν seripsi: Ῥουβεὶμ Α 14. 15 bis ἡ pro ᾗ Α 18 Ἰσάχαρ Α ἀποδίδονται scripsi: ἐπιδίδονται Α 20 ῥύσις Mang.: φύσις Α 21 τομῆς Mang.: τροπῆς Α 22 φυσικοῦ Mang.: ψυχικοῦ Α 25 γὰρ add. Hoesch. 28 ἡμερῶν Hoesch.: ἡμῶν A αἰὼν Mang. : αἰῶνα Α) [*](27 cf. Hieronymi quaesl. in Gen. p. 55, 17 Lag. : erraut qui putaut Beniamiu filium dierum interpretari . . .)

v.3.p.265
ἀναμετρεῖται.

ἐπιδράττεται γοῦν ἕκαστος τῶν οἰκείων καὶ ἐπιδραξάμενος τὰ μέρη πάντα συνδεῖ· ὁ μὲν εὐφυὴς εὐθιξίας, ἐπιμονῆς, μνήμης, ἐν οἷς ἡ εὐφυΐα· ὁ δὲ εὐμαθὴς ἀκροάσεως, ἡσυχίας, προσοχῆς· ὁ δὲ ἐγχειρητὴς [τῆς] θαρραλεότητος, παρακεκινδυνευμένης εὐτολμίας·

ὁ δὲ εὐχάριστος ἐπαίνων, ἐγκωμίων, ὕμνων, εὐδαιμονισμῶν κατά τε τὸ λέγειν καὶ τὸ ᾄδειν· ὁ δὲ μισθῶν ἐφιέμενος ἀόκνου συνεχείας τλητικωτάτης καρτερίας καὶ ἐπιμελείας σὺν ἀνανταγωνίστῳ ταχυτῆτι·

ὁ δὲ φῶς ἀντὶ σκότους μεταδιώκων ἐγρηγόρσεως, ὀξυωπίας· ὁ δὲ τομῆς καὶ διακρίσεως πραγμάτων ζηλωτὴς λόγων ἠκονημένων, τοῦ μὴ ὑφ’ ὁμοίων ὡς τῶν αὐτῶν ἀπατᾶσθαι, τοῦ μὴ πρὸς χάριν, τοῦ ἀδεκάστου·

ὁ δὲ πειρατικώτερον ἐνεδρεύων τοὺς ἀντιλοχῶντας ἀπάτης, φενακισμοῦ, γοητείας, σοφισμάτων, προσποιήσεως, ὑποκρίσεως, ἅπερ ἐξ ἑαυτῶν ψεκτὰ ὄντα κατ’ ἐχθρῶν γινόμενα ἐπαινεῖται· ὁ δὲ πλουτεῖν τὸν φύσεως πλοῦτον ἐπιτηδεύων ἐγκρατείας, ὀλιγοδεΐας· ὁ δὲ εἰρήνης ἐρῶν εὐνομίας, εὐδικίας, ἀτυφίας, ἰσότητος.

ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων.

αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος — ἦν γὰρ ἀμφότερα — τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται.

εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ.

εἶτα „κλοιὸν χρυσοῦν“ (Gen. 41,41.42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεται — οὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πραγμάτων, ὡς ἡ Θάμαρ· οὐ γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς ὁ κόσμος (Gen. 38, 18) — καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον [*](1 οὖν conicio 4 τῆς secl. Mang., idem καὶ post θαρραλεότητος add. vel θαρραλεωτάτης λεωτάτης coni. 5. 6 ὕμνον, εὐδαιμονισμὸν Α 6 #x003E; κατὰ conicio 7 συνεχείας #x003E; coniciebam, nunc satis habeo comma post συνεχείας delevisse 8 ἀνανταγωνίστῳ scripsi: εὐκαταφροντίστω Α, εὐκαταφόρῳ coni. Mang., ἀκαταφρονήτῳ coniciebam 11. 12 ἀντιλοχῶντας scripsi: ἀντιλοχοῦντας Α 15 εὐδικίας Mang.: εὐδοκίας Α 16 alterum τά Mang. : τοῦ Α 17. 18 αἰτίων, ὧν δ’ οὐκ ἄνευ πάντα conicio 21. 22 ἐναργείας Mang. : ἐνεργείας Α 22 ἐπίσκοπος V ἡ] καὶ conicio 23 τῆς τιμῆς coni. Mang. 26 περιτιθέναι Α)

v.3.p.266
ἄδωρον, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα.

δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι ὁ θεὸς ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ.

ἀλλ’ ἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτερεῖον ἄνεισιν ἅρμα (Gen. 41,43) [ἢ] ὑποτυφούμενος ὑπ’ αἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλακῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ τῆς ψυχῆς βαρὺς οὗτός ἐστι.

τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλότριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν, βίῳ δὲ τῦφον.

Τί δ’ ἐστὶν ὃ βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν ᾖ εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν ἡ κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπόλαυσιν ἡδονῆς μᾶλλον ἢ πρὸς μετουσίαν τροφῆς παρηρτυμένας;