De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἔδοξεν οὖν ὁ τὴν θεόπεμπτον φαντασίαν ἰδὼν ὑπ’ ἀστέρων ἕνδεκα προσκυνεῖσθαι, δωδέκατον συντάττων ἑαυτὸν εἰς τὴν τοῦ ζῳδιακοῦ συμπλήρωσιν κύκλου.

μέμνημαι δὲ καὶ πρότερόν τινος ἀκούσας ἀνδρὸς οὐκ ἀμελῶς οὐδὲ ῥᾳθύμως τῷ μαθήματι προσενεχθέντος, ὅτι οὐκ ἄνθρωποι μόνοι δοξομανοῦσιν, ἀλλὰ καὶ οἱ ἀστέρες καὶ περὶ πρωτείων ἁμιλλώμενοι δικαιοῦσιν οἱ [*](p. 674 M.) μείζους | ἀεὶ πρὸς τῶν ἐλαττόνων δορυφορεῖσθαι.

ταῦτα μὲν οὖν, ὅπως ἂν ἀληθείας ἢ εἰκαιολογίας ἔχῃ, παρετέον τοῖς μετεωροθήραις σκοπεῖν. λέγομεν δὲ ἡμεῖς, [ὡς] ὅτι ὁ σπουδῆς ἀκρίτου καὶ φιλονεικίας ἀλόγου καὶ κενῆς δόξης ἐραστής, ἀεὶ φυσώμενος ὑπ’ ἀνοίας, οὐ μόνον ἀνθρώπους ὑπερκύπτειν ἀλλὰ καὶ τὴν τῶν ὄντων φύσιν ἀξιοῖ.

καὶ νομίζει μὲν ἑαυτοῦ χάριν τὰ πάντα γεγενῆσθαι, ἀναγκαῖον δ’ εἶναι δασμὸν ἕκαστον ὡς βασιλεῖ φέρειν αὑτῷ, γῆν, ὕδωρ, ἀέρα, οὐρανόν· καὶ τοσαύτῃ τῆς εὐηθείας ὑπερβολῇ χρῆται, ὥστε οὐκ ἰσχύει λογίσασθαι, ὃ κἂν παῖς ἄφρων ἐννοηθείη, ὅτι τεχνίτης οὐδεὶς ἕνεκα μέρους ποτὲ ὅλον, ἀλλ’ ἕνεκα τοῦ ὅλου μέρος δημιουργεῖ· μέρος δὲ τοῦ παντὸς ἄνθρωπος, ὥστε γεγονὼς εἰς τὸ συμπλήρωμα τοῦ κόσμου δικαίως ἂν αὐτὸς ἐκείνῳ συντελοίη.

φλυαρίας δὲ ἄρα τοσαύτης γέμουσί τινες, ὥστε ἀγανακτοῦσιν, εἰ μὴ ὁ κόσμος τοῖς βουλήμασιν αὐτῶν ἕποιτο. διὰ τοῦτο Ξέρξης μὲν ὁ Περσῶν βασιλεύς, βουλόμενος τοὺς ἐχθροὺς καταπλῆξαι, μεγαλουργίας ἐπίδειξιν ἐποιεῖτο, καινουργῶν τὴν φύσιν·

γῆν μὲν γὰρ μετεστοιχείου καὶ θάλατταν, ἀντιδιδοὺς πελάγει μὲν ἤπειρον, ἠπείρῳ δὲ πέλαγος, τὸν μὲν Ἑλλήσποντον ζευγνὺς γεφύραις, ὄρος δὲ τὸν Ἄθω ῥηγνὺς εἰς βαθεῖς κόλπους, οἳ πληρούμενοι θαλάττης ὁ νέος καὶ χειρόκμητος εὐθὺς πόντος ἦσαν, τὸ παλαιὸν τῆς φύσεως ἐξαλλοιωθείς·

τὰ [*](1 ἰσοταχεῖς (vel ἰσοταχῶς) Hoesch.: ἰσοταχοῦς Α ἐναρίθμοις Α 2 δ’ ἐν conicio δωδεκάτην μορίω Α 5. 6 μέμνημαι Hoesch. : μέμνηται Α 10 ἢ corr. ex ἡ Α εἰκοτολογίας conicio 11 ὡς seclusi 14 εἶναι] οἷον coni. Maug. 15 αὐτῶ Α 16 χρῆσθαι, sed τ s. s. Α ἰσχύει Α: ἰαύειν Uoesch. 17 οὐδὲ εἷς Α μέρους Hoesch.: μέρος A 19 ὥστε] ὃς δέ Hoesch. γεγονὼς scripsi: γέγονεν Α 20 συντελοίη scripsi: συντελώνη Α, συντελῶν ᾖ v, συντελῶν εἴη coui. Cohn 21 αὐτῶν conicio 25 ζευγνὺς γεφύραις Hoesch.: ζεύγνυσθαι φυραῖς Α 26 οἱ Α 26. 27 χειρόκμητος scripsi: χειρότμητος Α 27 τό παλαιὸν scripsi: τῶ παλαιῶ Α, τοῦ παλαιοῦ coni. Mang.) [*](21—278,7 cf. Herod. VII 22—24. 33—37. Norden, Kunstprosa p. 385. 386.)

v.3.p.278
δὲ περίγεια, ὡς ἐδόκει, θαυματουργήσας ἀνέβαινε ταῖς τετολμημέναις ἐπινοίαις συνανάγων ἀσέβειαν ἑαυτῷ καὶ εἰς οὐρανὸν ὁ δύστηνος, ὡς τὰ ἀκίνητα κινήσων καὶ τὸν θεῖον στρατὸν καθαιρήσων, καί, τὸ λεγόμενον, ἀφ’ ἱερᾶς ἤρχετο·

τὸν γὰρ ἄριστον τῶν ἐκεῖ, τὸν ἡγεμόνα ἡμέρας ἥλιον, ἐτόξευεν, ὥσπερ οὐκ αὐτὸς ἀφανεῖ βέλει φρενοβλαβείας τιτρωσκόμενος οὐ μόνον διὰ τὸ ἀδυνάτων ἀλλὰ καὶ διὰ τὸ ἀνοσιωτάτων ἔργων ἐρᾶν, ὧν καὶ θάτερον μεγάλη τῷ ἐγχειροῦντι δύσκλεια ἦν.

Γερμανῶν δὲ πολυανθρωποτάτην μοῖραν — ἀμπωτίζει δὲ παρ’ αὐτοῖς ἡ θάλαττα — λόγος ἔχει κατὰ τὰς ἐκεῖ παλιρροίας ἐπιδρομὰς ὠθουμένους μετὰ σπουδῆς, ἐπανατεινομένους γυμνὰ τὰ ξίφη, θέοντας ὡς στῖφος πολεμίων τὸ κυματούμενον πέλαγος ὑπαντιάζειν·

οὓς ἄξιον μισεῖν μέν, ὅτι ἐναντία ὅπλα δι’ ἀθεότητα κατὰ τῶν ἀδουλώτων τῆς φύσεως αἱρεῖσθαι τολμῶσι μερῶν, χλευάζειν δέ, ὅτι ἀδυνάτοις ἐγχειροῦσιν ὡς δυνατοῖς, νομίζοντες ὡς ζῷον καὶ ὕδωρ κεντεῖσθαι, τιτρώσκεσθαι, κτείνεσθαι δύνασθαι, καὶ πάλιν ἀλγεῖν, δεδιέναι, φόβῳ τῶν ἐπιόντων ἀποδιδράσκειν καὶ ὅσα ψυχῆς πάθη κατά τε ἡδονὰς καὶ ἀλγηδόνας

ἀναδέχεσθαι. χθὲς δ’ οὐ πρῴην ἄνδρα τινὰ οἶδα τῶν ἡγεμονικῶν, ὅς, ἐπειδὴ τὴν προστασίαν καὶ ἐπιμέλειαν εἶχεν Αἰγύπτου, τὰ πάτρια κινεῖν ἡμῶν διενοήθη καὶ διαφερόντως τὸν ἁγιώτατον καὶ φρικωδέστατον περὶ τῆς ἑβδόμης ὑπάρχοντα νόμον καταλύειν καὶ ὑπηρετεῖν ἠνάγκαζεν αὐτῷ καὶ τὰ ἄλλα ποιεῖν παρὰ τὸ καθεστὼς ἔθος, νομίζων ἀρχὴν ἔσεσθαι καὶ τῆς περὶ τὰ ἄλλα ἐκδιαιτήσεως καὶ τῆς τῶν ὅλων παραβάσεως, εἰ τὸ ἐπὶ τῇ ἑβδόμῃ πάτριον ἀνελεῖν δυνηθείη.

καὶ μήθ’ οὓς ἐβιάζετο ὁρῶν εἴκοντας τοῖς ἐπιτάγμασι μήτε τὴν ἄλλην πληθὺν ἠρεμοῦσαν, ἀλλὰ βαρέως καὶ τραχέως φέρουσαν τὸ πρᾶγμα καὶ ὡς ἐπ’ ἀνδραποδισμῷ καὶ πορθήσει καὶ κατασκαφῇ πατρίδος πενθοῦντάς τε καὶ κατηφοῦντας, ἠξίου λόγῳ διδάσκειν παρανομεῖν, φάσκων·

εἰ πολεμίων ἔφοδος αἰφνίδιον γένοιτο ἢ κατακλυσμοῦ φορὰ τοῦ ποταμοῦ ταῖς [*](1 ἐπίγεια conicio 4 τὸν] τὸ conicio 5 οὐκ] εἰ vel καὶ coni. Mang. 8 δὲ Α: γε Hoesch. (in mg. Α, in ed. γὰρ) ἀμποτίζειν A 9 ἐπιδρομαῖς coui. Mang. 11 οὓς add. Mang. 14 δυνατοῖς Mang.: δυνατὸν Α 18 ἐπειδὴ huc transposui: ante τὰ habet Α 19 ἁγιώτατον scripsi: ἁγιωδέστατα Α, ἁγιωδέστατον Mang. 19. 20 φρικωδέστατον Mang. : φρικωδέστατα A 21 αὐτῷ] ἐν αὐτῇ Marklaud 26. 27 πενθοῦντες et κατηφοῦντες Α) [*](8 ss. Arist. Eth. Nicom. III 1 p. 1229 b 27: εἰ μηδὲν φοβοῖτο, μήτε σεισμὸν μήτε τὰ κύματα, καθάπερ φασὶ τοὺς Κελτούς. Strabo VII 2,1 : οὐκ εὑ δ’ οὐδὲ 6 φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους . . .)

v.3.p.279
πλημμύραις παραρρήξαντος τὸ χῶμα ἢ ῥιπὴ πυρὸς ἢ κεραυνία φλὸξ ἢ λιμὸς ἢ λοιμὸς ἢ σεισμὸς ἢ ὅσα ἄλλα κακὰ χειροποίητα καὶ θεήλατα, μεθ’ ἡσυχίας πάσης οἴκοι διατρίψετε;

ἢ μετὰ τοῦ συνήθους σχήματος προελεύσεσθε, τὴν μὲν δεξιὰν εἴσω χεῖρα συναγαγόντες, τὴν δὲ ἑτέραν ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδ’ ἄκοντές τι τῶν εἰς τὸ σωθῆναι παράσχησθε;

καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες;

ἀλλὰ γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοήθειαν ἀποδύσεσθε.