De Somniis (lib. i-ii)
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ’ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον [*](1 ὁμαλὸν coni. Mang. στρωμνοὶ F δὲ om. MA 2 βοτάναι post χύσις transpos. HP πολλῶν HP κεφαλῆς Α (coni. Mang.): κεφἂ F, κεφαλὴν ceteri (cf. § 4) 3 μικρὸν] λοιμικὴ (corr. Hoesch.) 4 τρυφῶντε F 5 νομίζουσιν coni. Mang. ἀλλά GFHP οὕτως Α, οὕτος M 6 ἐφαρμόζειν FHP, ἐφαρμόζων Turn. αὐλαῖς MA 10 ἐχλεύαζεν Η: ἐχλεύασαν A, ἐχλεύασεν ceteri 12 ἐκτεθηλυσμένος A (corr. Hoesch.), ἐκτεθηλυμένω HP καὶ ἀνδρογύνῳ MAP2: om. ceteri πόλεμος Α 13 τοῦ addidi τὸ scripsi: τὸν codd. 14 κατὰ] τὸ Α ἑρμηνευτέον G εἴ γε καὶ νῦν Α 15 λόγων om. GFHP 16 δέ GFHP 17 ἐπιλεγόμενον AF 17. 18 σώματι ἡνωμένον Α 18 κεφαλὴν Turn.: κεφαλῆς codd. πλουσίου A (corr. Hoesch.) τῆς om. P 19 τοῦτ·ο om. GFHP 20 κοιμηθησόμενος GFHP 22 ὑπακούει GFHP 23 εἶτα GFHP 24 χειροδετεῖ coni. Wyttenbach ad Plut. Mor. p. 585, συγκροτεῖ Mang., fort. recte 25 ἄν om. G1FHP ἀνταγώνιστον AG1)
ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι "ἐνάρκησε τὸ πλάτος“ (Gen. 32,25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον·
εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει.
τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον ἢ ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει.
Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει, τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν [*](1 κατασκευάσῃ A, ἐγκατασκευάσει HP ἐπιπνοίαις Mang.: ἐπινοίαις codd. μεταβάλλων GFHP 2 αὐτὸν MAP2: τὸν ceteri κοινὸν GFHP 3 τὸν ὁρῶντα FHP τὸν] τὸ P 4 ἔκτυπον Α (corr. Hoesch.) 6 βραχιόνων Α (corr. Hoesch.) 7 θαυμασιωτάτων HP ἀριστειῶν H, ἀρετῶν Turn. εἰ] ἡ Η ἡ om. H 8 μεταλαχοῦσα GFHP ἀρετῶν ἄθλοις HP αὐτῶν G 9 ἀφικομένη MA (coni. Mang.): ἐφικομένη FHP, ἐφελκομένη G 10 ἄκροις coni. Mang. μακρὰν P δυναμένη GFHP: ἀεὶ δυνησομένην MA 11 ναρκήσειε scripsi: ναρκήσει MA, e corr. G, νάρκησε F, ναρκήσοι HP εὐρυσθὲν GFH1P, εὐρυθὲν Α εἷθ᾿] εἰ δ’ Α 12 ὑποσκελίσασθαι G ὑστερίζουσα v 13 νικήσει HP, νικήσῃ Turn., νικηφορήσοι Mang. 13—18 νικηφορήσει —τῆς in mg. add. G 14 ἢ add. Mang. scripsi: οἷς (spatium in Α, οἷς add. man. rec.) εὐτελέστατον codd., οἷς ὡς coni. Mang.) ἐντελέστατον v 16 τῶν] τοῦ in ras. Α ἑτέρω Α, sed ω in ras. ἀξιωμάτων FL2 18 ἔχοι GFHP, sed ἔχει prius P αὐτὸν F) [*](5 sqq. Ambros. de fuga saeculi 4,22: unde et iactantiam carnis eius recidit, quod significat femoris stupor salva sacri interpretatione mysterii.)
κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν.
οὗτος δ’ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ δὲ τοὺς ἀστέρας — καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι’ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται —· ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον.
καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι δυναμένων ψυχήν.
οὐκ ἄτοπον οὖν, δι’ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περιγείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ’ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων ἰσαρίθμους ἄστροις.
τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι [*](1 καὶ ante ἐνυπνιάσθη add. Η ἠνυπνιάσθη GP φησί MA: φησὶν οὑν ceteri ἐν τῇ γῇ scripsi (cf. § 3. 144): εἰς τὴν γῆν GFHP, om. MA 3 ὁ δὲ—αὐτῆς M) MA: om. ceteri 4 τῶ MA: τῶ λεγομένω ceteri 4. 5 λέγεται συμβολικῶς GFP, λέγεται om. Η 5 ὁ om. GFHP, sed G μὲν scripsit, tum rursus del. κορυφὴ] κεφαλὴ Η δὲ GFHP ὁ οὐρανός M 7 τῶν Turn.: τοῖς codd. τῆς G) 8 γῆς GFHP: τῆς MA ὁ om. F δέ ἐστι GFHP 10 ἀναπλῆσαι GFHP 11 ἐγκατεσκεύασε GFP, ἐγκατεσκεύασται H θαλάττη GFHP ποταμοὶ F 12 ἕκαστον HP ζώων G 13 ὅλος] ὅλων P ὁ vid. secl. 14 ἀέρος F γεγονέναι #x003E; conicio 16 διὰ τί, ὅτι GFHP ἐν om. H1P1 οὕτως F 17 μὲν om. P 18 ἀφαντάστως—δὲ om. φύσεων Α ἡδῆ] ἔτι coni. Mang. χρᾶσθαι F 19 καὶ post οὐ add. GFHP, fort. recte (cf. lin. 16) 20. 21 περιγείων] στοιχείων coni. Cohn 21 ἀφαιρεῖσθαι A μόνον Η 22 εὐανδρεῖ GFH: εὐανδρὴς Α, εὔανδρος MP ἔχων ψυχὰς GFHP 23—235,7 ἰσαρίθμους — αἰῶνα om. MA) [*](1 sqq. cf. Origenem Contra Celsum VI 21 (Proleg. vol. I p. LXXXXVII).)
τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ καταγνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ’ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρθεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα.
ἄλλαι δ’ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγεμόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ ἀκούουσαι.
ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ πατρὶ διαγγέλλουσι.
παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ’ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ μέγιστον ἀρχῆς αὐτοῦ κράτος.
οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). οὐ γὰρ ὅτι κολάσεις, ἀλλ’ οὐδ’ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνάμεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι’ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις.
παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασιοῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις [*](2 om. F ἀριθμοὺς] ὁρισμοὺς FL2 3 θνητοῦ om. PL 9 ἐπιγείων Α 10 post ὥσπερ add. γὰρ G ἀκοαὶ] ὀφθαλμοὶ H2 ὄψεις MA: ὦτα ceteri ἀφορῶσαι GFHP 11 ὁ δὲ ἱερὸς λόγος GFHP: Μωυσῆς Μωσῆς A) δ’ MA 12 ὁρώμενος Α 13 ἐπικλήσεις G ἐκγόνοις GFHP ἐκγόνων GFHP 14 αὐτοὺς post κατιόντας transpos. GHP 15 πάντῃ scripsi: πάντα codd., ἐπὶ πάντα coni. Cohn. post ἐφθακὼς add. εἰδέναι GFHP δεῖται θεός GFHP 16 παραιτηταῖς coni. Mang. 17 περιφρικέναι H 18 ἀρχῆς om. Α αὐτοκρατοῦς οὐ λαβόντες G 19 μέσων GFHP σὺ om. GFHP 20 ποτε om. GFHP θεοῦ γάρ #x003E; ὅτι conicio 21 οὐδέ GFHP 22 ἅς] ὡς F 23 δ’ GFHP ἐστηριγμένος GFHP συμβόλων Α post κλίμακος add. ὁ καὶ pro ὁ Fv) δονούμ·ενος GFHP, quod dittographia vocis ἀναδιδομένας videtur, οὐ δονούμενον coni. Mang.) [*](10 cf. Xen. Cyrop. VIII 2,10 τοὺς βασιλέως καλουμένους ὀφθαλμοὺς καὶ τὰ βασιλέως ὦτα.)