De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

σὺ δ’ ἄνευ μὲν ἀνάγκης χρήσῃ τοῖς μετρίοις, ἐὰν δέ που βιασθῇς εἰς πλειόνων ἀπόλαυσιν ἐλθεῖν, λογισμὸν τῆς ἀνάγκης ἐπιστήσας ἡγεμόνα τὴν ἡδονὴν εἰς ἀηδίαν οὐδέποτε ἐκτρέψεις, ἀλλ’, εἰ χρὴ τὸν τρόπον εἰπεῖν τοῦτον, νηφάλια μεθυσθήσῃ.

μέμψαιτ’ ἂν οὖν δεόντως ἡ ἀλήθεια τοῖς ἀνεξετάστως ἀπολείπουσι τὰς ἐν τῷ πολιτικῷ βίῳ πραγματείας καὶ πορισμοὺς καὶ δόξης καὶ ἡδονῆς καταπεφρονηκέναι λέγουσιν. ἀλαζονεύονται γάρ, οὐ καταφρονοῦσι, τὸ ῥυπᾶν καὶ σκυθρωπάζειν αὐστηρῶς τε καὶ αὐχμηρῶς ἀποζῆν δελέατα προτιθέντες, ὡς δὴ κοσμιότητος καὶ σωφροσύνης καὶ καρτερίας ἐρασταί.

τοὺς δ’ ἀκριβεστέρους ἀπατᾶν οὐ δύνανται διακύπτοντας εἴσω καὶ μὴ τοῖς ἐν ἐμφανεῖ παραγομένους. ταῦτα γὰρ προκαλύμματα ὄντα ἑτέρων ἀναστείλαντες, τὰ ἐναποκείμενα ἔνδον, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ἐθεάσαντο καί, εἰ μὲν εἴη καλά, ἐθαύμασαν, εἰ δὲ αἰσχρά, ἐχλεύασαν καὶ τῆς ὑποκρίσεως ἐμίσησαν.

λέγωμεν οὖν τοῖς τοιούτοις· τὸν ἄμικτον καὶ ἀκοινώνητον μονότροπόν τε καὶ μονωτικὸν βίον ζηλοῦτε; τί γὰρ τῶν ἐν κοινωνίᾳ καλῶν προεπεδείξασθε; ἀργυρισμὸν ἀποστρέφεσθε; γενόμενοι γὰρ χρηματισταὶ δικαιοπραγεῖν ἠθελήσατε; τῶν γαστρὸς καὶ μετὰ γαστέρα ἡδονῶν ἐπιμορφάζοντες ἀλογεῖν, ἡνίκα τὰς εἰς ταῦτα ἀφθόνους ὕλας εἴχετε, ἐμετριάσατε; δόξης καταφρονεῖτε; γενόμενοι γὰρ ἐν τιμαῖς ἀτυφίαν ἠσκήσατε; πολιτείαν ἐγελάσατε ὑμεῖς, ἴσως ὡς χρήσιμόν ἐστι τὸ πρᾶγμα οὐ κατανοήσαντες.

πρότερον οὖν ἐγγυμνάσασθε καὶ [*](2 κληθῇς conicio αἰσχύνεις G σεαυτοῦ Mang.: ἑαυτοῦ codd. 4 ἐμφορηθήσεται G 4. 5 καὶ τὰ—ἐπισπάσεται oin. G 5 ἐπιλιγχμώμενος H 6 χάνδονος οἱ G λέγωσι G πίνων Turn.: πεινῶν codd. 7 χρήσει G 10 μεθυσθήσει ’ 11 μέμψαι H μέμψαιτ’ ἄν δὲ ὄντως G δεόντως G2) ante ἂν add. δὲ H οὗν Η: om. G 12 πορίμου „Mss.“ (Mang., qui ἀργυρισμοῦ coniecit) 17 τοῖς ἐν ἐμφανεῖ GH2: τοὺς ἐμφανεῖ H1, τῷ ἐμφανεῖ v, τοῖς ἐμφανέσι conicio 18 ὁποῖ᾿ Η ἅττα v 20 λέγομεν H (Mang.) οὑν H: μὲν οὖν G 22 ἐν Η: ἐκ G προεπιδείξασθε Η1 27 ἐγγυμνάσασθε H2: ἐνγυμνάσασθε G, ἐγυμνάσασθε H1v 27. 118,1 προεμμελετήσατε H2: προεμελετήσατε GH1v) [*](6 Hom. Od. φ 294.)

v.3.p.118
προεμμελετήσατε τοῖς τοῦ βίου πράγμασιν ἰδίοις τε καὶ κοινοῖς καὶ γενόμενοι πολιτικοί τε καὶ οἰκονομικοὶ δι’ ἀδελφῶν ἀρετῶν, οἰκονομικῆς τε καὶ πολιτικῆς, κατὰ πολλὴν περιουσίαν τὴν εἰς ἕτερον καὶ ἀμείνω βίον ἀποικίαν στείλασθε· τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου, προάγωνά τινα ἀγῶνος τελειοτέρου, καλὸν πρότερον διαθλῆσαι. οὕτως τὴν ὄκνου καὶ ἀργίας κατηγορίαν ἀποδράσεσθε.

οὕτως καὶ τοῖς Λευίταις τὰ μὲν ἔργα ἐπιτελεῖν ἄχρι πεντηκονταετίας διείρηται (Num. 4,30 ss.), ἀπαλλαγεῖσι δὲ τῆς πρακτικῆς ὑπηρεσίας σκοπεῖν ἕκαστα καὶ θεωρεῖν, τῆς ἐν τῷ πρακτικῷ βίῳ κατορθώσεως γέρας λαβόντας ἕτερον βίον, ὃς ἐπιστήμῃ καὶ θεωρίᾳ μόνῃ χαίρει.

καὶ ἄλλως ἀναγκαῖον, τοὺς τῶν θείων ἀξιοῦντας μεταποιεῖσθαι δικαίων τὰ ἀνθρώπεια πρότερον ἐκπληρῶσαι· πολλὴ γὰρ εὐήθεια τῶν μειζόνων ὑπολαμβάνειν ἐφίξεσθαι ἀδυνατοῦντας τῶν ἐλαττόνων περιγίνεσθαι. γνωρίσθητε οὖν πρότερον τῇ κατ’ ἀνθρώπους ἀρετῇ, ἵνα καὶ τῇ πρὸς θεὸν συσταθῆτε. τοιαῦτα ὑφηγεῖται τῷ ἀσκητικῷ ἡ ὑπομονή,

τὰς δὲ λέξεις ἀκριβωτέον. „ἰδοὺ“ φησίν „Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι“ — ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ; — σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ εἰς τὸ παντελὲς ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ ψυχικοὶ τόνοι μαλθακώτεροι.

διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία.

τοιγαροῦν ἐπειδὰν μήπω τελείως καθαρθέντες, δόξαντες δὲ αὐτὸ μόνον ἐκνίψασθαι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν βίον, ἐπ’ αὐλὰς τῆς θεραπείας ἀφικώμεθα, θᾶττον ἢ προσελθεῖν ἀπεπηδήσαμεν, τὴν αὐστηρὰν δίαιταν αὐτῆς καὶ τὴν ἄυπνον θρησκείαν καὶ τὸν συνεχῆ καὶ ἀκάματον πόνον [*](4 στείλασθε GH1: ἐστείλασθε H2 βίον H 5 τὴν G: ἐστὶ τὴν H2, ἐστὶν H1 6 ἀποδράσεσθε G: ἀποδράσασθαι Η 7 τῆς] τ’ G 11 ἡ εὐήθεια H 12 ἐφίζεσθαι G 13 γνωρίσθητι L 14 συσταθῇς Turn. τοιαῦθ’ G2 16 ἀλλ’ οὐχ G1H: ἀλλά καὶ G2 17 Ἡσαῦς G ἐνκότως (sic) G: ἐἰκότον Η, εἰκότως Richter 18 φονᾶ GHL2: φοριᾶ L1 22 ὄνομα G (Mang.): om. H 23 εἶναι secl. Cohn 24 παισὶν Turn.: φησὶν codd. 25 μόνον H ut vid. 26 αὐτὸ Mang.: τοῦτο codd. 28 ἀφικόμεθα G 29 θρησκείαν Mang.: ἀρέσκειαν codd.)

v.3.p.119
οὐκ ἐνεγκόντες.

ἀποφεύγετε οὖν ἐν τῷ παρόντι καὶ τὸ κάκιστον καὶ τὸ ἄριστον, κάκιστον μὲν τὸ μυθικὸν πλάσμα, τὸ ἄμετρον καὶ ἐκμελὲς ποίημα, τὸ ὑπ’ ἀμαθίας σκληρὸν καὶ δρύινον ὄντως νόημα καὶ πεῖσμα, ὧν Ἠσαῦ ἐπώνυμος, ἄριστον δὲ τὸ ἀνάθημα· τὸ γὰρ θεραπευτικὸν γένος ἀνάθημά ἐστι θεοῦ, ἱερώμενον τὴν μεγάλην ἀρχιερωσύνην αὐτῷ μόνῳ.

τὸ μὲν γὰρ συνδιατρίβειν κακῷ βλαβερώτατον, τὸ δὲ ἀγαθῷ τελείῳ σφαλερώτατον. ὁ γοῦν Ἰακὼβ καὶ τὸν Ἠσαῦ ἀποδιδράσκει καὶ τῶν γονέων διοικίζεται· ἀσκητικὸς γὰρ ὢν καὶ ἔτι διαθλῶν φεύγει μὲν κακίαν, ἀρετῇ δὲ τελείᾳ καὶ αὐτομαθεῖ συζῆν ἀδυνατεῖ.

διόπερ ἀποδημήσει πρὸς Λάβαν, οὐ τὸν Σύρον, ἀλλὰ τὸν ἀδελφὸν τῆς μητρός, τὸ δ’ ἐστὶν εἰς τὰς τοῦ βίου λαμπρότητας ἀφίξεται· λευκὸς γὰρ ἑρμηνεύεται Λάβαν. ἀφικόμενος δὲ οὐχ ὑψαυχενήσει, φυσώμενος ταῖς τυχηραῖς εὐπραγίαις· μεταληφθεὶς γὰρ ὁ Σύρος ἐστὶ μετέωρος. νυνὶ δὲ τοῦ Σύρου Λάβαν οὐχὶ μέμνηται, τοῦ δὲ Ῥεβέκκας ἀδελφοῦ.