De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

κεφαλὴ δὲ ὡς ζῴου πάντων τῶν λεχθέντων μερῶν ὁ γενάρχης ἐστὶν Ἠσαῦ, ὃς τοτὲ μὲν ποίημα, τοτὲ δὲ δρῦς ἑρμηνεύεται, δρῦς μέν, παρόσον ἀκαμπὴς καὶ ἀνένδοτος ἀπειθής τε καὶ σκληραύχην φύσει, συμβούλῳ χρώμενος ἀνοίᾳ, δρύινος ὄντως, ποίημα δέ, παρόσον πλάσμα καὶ μῦθός ἐστιν ὁ μετὰ ἀφροσύνης βίος, τραγῳδίας καὶ κενοῦ κόμπου καὶ πάλιν γέλωτος καὶ κωμικῆς χλεύης ἀνάπλεως, ὑγιὲς ἔχων οὐδέν, κατεψευσμένος, ἐκτετοξευκὼς ἀλήθειαν, τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἄπλαστον φύσιν ἐν οὐδενὶ λόγῳ τιθέμενος, ἧς ὁ ἀσκητὴς ἐρᾷ.

μαρτυρεῖ δὲ Μωυσῆς φάσκων, ὅτι „ἦν Ἰακὼβ ἄπλαστος, οἰκῶν οἰκίαν“ (Gen. 25,27), ὥστε ὁ ἐναντίος τούτῳ ἄοικος ἂν εἴη, πλάσματος καὶ ποιήματος καὶ μυθικῶν λήρων ἑταῖρος, μᾶλλον δὲ σκηνὴ καὶ μῦθος αὐτός.

Ἡ μὲν δὴ λογισμοῦ φιλοθεάμονος πρὸς ἀστὰς καὶ παλλακίδας δυνάμεις σύνοδος, ὡς οἷόν τε ἦν, εἴρηται· τὸν δ’ εἱρμὸν τοῦ λόγου συνυφαντέον τἀκόλουθα διερευνῶντας. „ὑπήκουσε“ φησίν „Ἀβραὰμ τῆς φωνῆς Σάρρας“ (Gen. 16,2)· ἀναγκαῖον γὰρ τοῖς παραγγέλμασιν ἀρετῆς [*](1 ἀλλὰ G ἀίδρυτος GF διασπείρεται coni. Mang. 2 φερόμενος GFL2 μηδαμοῦ n 3 γοῦν GF ἀστὴ G ἡ κακία GFL2 5 δ’ ἐπιλήπτῳ GF 6 γέννησις n χῶρος v 10 ἀμέτρου Η2 τῶν om. GF 10. 11 δεχθέντων GF 11 γεννάρχης H prius ποτὲ G 12 δὲ om. F μὲν GF: μὲν γάρ MAH 12. 13 καὶ—ἀπειθἡς om. G 12 ἀνένδοτος MAH1: ἀμείλικτος FL2 13 ἀπειθής] ἀκαμπής F ἀγνοία GF 14 μετ᾿ F, μάταιος G 15 κενοῦ om. in lacnna Α, καινοῦ F παλιγγέλωτος Η 16 καταψευσάμενος F 18 Μωσῆς GF 19 ὥσθ’ GF post τούτῳ add. ὁ GF, ὁ Ἠσωαῦ conicio ἄνοικος F 23 δυνάμει GF ἦν om. Η 24 τὰ ἀκόλουθα GF ἐπήκουε Α 24. 25 Σάρρας τῆς φωνῆς Η, sed s. s. β΄, α΄) [*](25—85,16 N fol. 167r: ἀναγκαῖον γὰρ — κατεσβ)

v.3.p.85
τὸν μανθάνοντα πειθαρχεῖν.

οὐ πάντες δὲ πειθαρχοῦσιν, ἀλλ’ ὅσοις σφοδρὸς ἔρως ἐντέτηκεν ἐπιστήμης· ἐπεὶ καθ’ ἑκάστην σχεδὸν ἡμέραν τά τε ἀκροατήρια καὶ τὰ θέατρα πληροῦται, διεξέρχονται δὲ ἀπνευστὶ συνείροντες τοὺς περὶ ἀρετῆς λόγους οἱ φιλοσοφοῦντες.

ἀλλὰ τί τῶν λεγομένων ὄφελος; ἀντὶ γὰρ τοῦ προσέχειν ἑτέρωσε τὸν νοῦν ἀποστείλαντες οἱ μὲν πλοῦ καὶ ἐμπορίας, οἱ δὲ προσόδων καὶ γεωργίας, οἱ δὲ τιμῶν καὶ πολιτείας, οἱ δὲ τῶν ἀφ’ ἑκάστης τέχνης καὶ ἐπιτηδεύσεως κερδῶν, ἄλλοι δὲ τιμωρίας ἐχθρῶν, οἱ δὲ τῶν ἐν ταῖς ἐρωτικαῖς ἐπιθυμίαις ἀπολαύσεων καὶ συνόλως ἑτέρων ἕτεροι διαμέμνηνται, ὡς ἕνεκα τῶν ἐπιδεικνυμένων κεκωφῆσθαι, τοῖς μὲν σώμασι παρεῖναι μόνον, ταῖς δὲ διανοίαις ἀπηλλάχθαι, εἰδώλων καὶ ἀνδριάντων διαφέρειν μηδέν.

εἰ δέ τινες καὶ προσέχουσι, τοσοῦτον χρόνον καθέζονται μόνον ἀκούοντες, ἀπαλλαγέντες δ’ οὐδενὸς τῶν εἰρημένων διαμέμνηνται, καὶ ἧκον τερφθῆναι δι’ ἀκοῆς μᾶλλον ἢ ὠφεληθῆναι· ὥστε οὐδὲν αὐτῶν ἴσχυσεν ἡ ψυχὴ συλλαβεῖν καὶ κυοφορῆσαι, ἀλλ’ ἅμα τὸ κινοῦν τὴν ἡδονὴν αἴτιον ἡσύχασε καὶ ἡ προσοχὴ κατεσβέσθη.

τρίτοι δέ εἰσιν οἷς ἔναυλα μὲν τὰ λεχθέντα ὑπηχεῖ, σοφισταὶ δὲ ἀντὶ φιλοσόφων ἀνευρίσκονται. τούτων ὁ μὲν λόγος ἐπαινετός, ὁ δὲ βίος ψεκτός ἐστι· δυνατοὶ μὲν γὰρ εἰπεῖν, ἀδύνατοι δέ εἰσι πράττειν τὰ βέλτιστα.

μόλις οὖν ἔστιν εὑρεῖν προσεκτικὸν καὶ μνημονικόν, τὸ πράττειν τοῦ λέγειν προτιμῶντα, ἃ δὴ μαρτυρεῖται τῷ φιλομαθεῖ διὰ τοῦ "ὑπήκουσε τῆς φωνῆς Σάρρας." οὐ γὰρ ἀκούων ἀλλ’ ὑπακούων εἰσάγεται· τὸ δέ ἐστι τοῦ συναινεῖν καὶ πειθαρχεῖν εὐθυβολώτατον ὄνομα.

οὐκ ἀπὸ σκοποῦ δὲ πρόσκειται τὸ „τῆς φωνῆς“, ἀλλὰ μὴ τῆς φωνούσης Σάρρας ὑπακοῦσαι. ἴδιον γὰρ τοῦ μανθάνοντος φωνῆς καὶ λόγων ἀκροᾶσθαι, διδάσκεται γὰρ τούτοις μόνοις· ὁ δὲ ἀσκήσει τὸ καλὸν ἀλλὰ μὴ διδασκαλίᾳ κτώμενος οὐ τοῖς [*](1 δὲ om. N 2 ἐπιστήμης ἐντέτηκεν transpos. GFN 3 καὶ τὰ GFN: τά τε MAH πληροῦνται A-FN δὲ om. GFN 5 ante ὄφελος add. ἐστὶν GF ἑτέρωθι GFN 6 πλοίων FN εὐπορίας N 6. 7 τιμῆς N 7 τῶν] ὧν G, τοὺς F 10 κεκωρῶσθαι coni. Mang. καὶ aute τοῖς add. Turn. 11 ἀδριάντων F διαφέροντας Turn. 12 εἰ—προσέχουσι om. Ν 13 καὶ] ἐπεὶ coni. Mang. ἥκων Α 16 τρίτον G δ’ εἰσὶν GF 17 ὑπηχεῖ H: ὑφηχεῖ MAG, ἠχεῖ F σοφεῖς δ’ G, σοφοὶ δ’ F ἄν εὑρίσκωνται Α 20 καὶ om. ΗGF μνημονευτικὸν Α τοῦ] τοῦτο GF 22 ἀκούων, ἀλλ’ ὑπακούων GF: ὑπακούων, ἀλλ’ ἀλλὰ Α) εἰσακούων MAH, εἰσακούων, ἀλλ’ ὑπακούων coni. Mang. δ’ ἐστὶ GF 23 πρόκειται GF τὸ] τῶ Α 24 μὴ] μὴ τῶ Α φωνούσης] φωνῆς G 25. 26 μόνοις τούτοις GF 26 δὲ om. GF ἀσκητὴς G ἀλλ’ ὁ μὴ G χρώμενος GF)

v.3.p.86
λεγομένοις ἀλλὰ τοῖς λέγουσι προσέχει, μιμούμενος τὸν ἐκείνων βίον ἐν ταῖς κατὰ μέρος ἀνεπιλήπτοις πράξεσι.

λέγεται γὰρ ἐπὶ τοῦ Ἰακώβ, ἡνίκα εἰς τὸν συγγενικὸν γάμον πέμπεται· „εἰσήκουσεν Ἰακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν“ (Gen. 28,7), οὐ τῆς φωνῆς οὐδὲ τῶν λόγων — τοῦ γὰρ βίου μιμητὴν ἔδει τὸν ἀσκητήν, οὐκ ἀκροατὴν λόγων εἶναι· τοῦτο μὲν γὰρ ἴδιον τοῦ διδασκομένου, ἐκεῖνο δὲ τοῦ διαθλοῦντος —, ἵνα κἀνταῦθα διαφορὰν ἀσκητοῦ καὶ μανθάνοντος καταλάβωμεν, τοῦ μὲν κοσμουμένου κατὰ τὸν λέγοντα, τοῦ δὲ κατὰ τὸν ἐκείνου λόγον.

„Λαβοῦσα“ οὖν φησι „Σάρρα ἡ γυνὴ Ἀβραὰμ Ἄγαρ τὴν Αἰγυπτίαν, τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβραὰμ ἐν γῇ Χαναάν, ἔδωκε τῷ Ἀβραὰμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα“ (Gen. 16,3). βάσκανον μὲν καὶ πικρὸν καὶ κακόηθες φύσει κακία, ἥμερον δὲ καὶ κοινωνικὸν καὶ εὐμενὲς ἀρετή, πάντα τρόπον τοὺς εὐφυῶς ἔχοντας ὠφελεῖν ἢ δι’ αὐτῆς ἢ δι’ ἑτέρων ἐθέλουσα.

νυνὶ γοῦν μήπω δυναμένοις ἡμῖν ἐκ φρονήσεως παιδοποιεῖσθαι τὴν ἑαυτῆς ἐγγυᾷ θεραπαινίδα, τὴν ἐγκύκλιον, ὡς ἔφην, παιδείαν, καὶ μονονοὺ προξενεῖν καὶ νυμφοστολεῖν ὑπομένει· αὐτὴ γὰρ λέγεται λαβοῦσα διδόναι τῷ ἀνδρὶ αὐτῆς γυναῖκα ταύτην.

ἄξιον δὲ διαπορῆσαι, διὰ τί νυνὶ πάλιν γυναῖκα τοῦ Ἀβραὰμ εἶπε τὴν Σάρραν, πολλάκις ἤδη πρότερον μεμηνυκώς· οὐ γὰρ μακρολογίας τὸ φαυλότατον εἶδος, ταυτολογίαν, ἐπιτετήδευκε. τί οὖν λεκτέον; ἐπειδὴ μέλλει τὴν θεραπαινίδα φρονήσεως, τὴν ἐγκύκλιον παιδείαν, ἐγγυᾶσθαι, φησὶν ὅτι οὐκ ἐξελάθετο τῶν πρὸς τὴν δέσποιναν αὐτῆς ὁμολογιῶν, ἀλλ’ οἶδε μὲν ἐκείνην ἑαυτοῦ νόμῳ καὶ γνώμῃ γυναῖκα, ταύτην δὲ ἀνάγκῃ καὶ βίᾳ καιροῦ. τοῦτο δὲ παντὶ συμβαίνει φιλομαθεῖ·

μάρτυς δ’ ὁ πεπονθὼς γένοιτ’ ἂν ἀψευδέστατος. ἐγὼ γοῦν ἡνίκα πρῶτον κέντροις φιλοσοφίας πρὸς τὸν πόθον αὐτῆς ἀνηρεθίσθην, ὡμίλησα κομιδῇ νέος ὢν μιᾷ τῶν θεραπαινίδων αὐτῆς, γραμματικῇ, καὶ ὅσα ἐγέννησα ἐκ ταύτης, τὸ γράφειν, τὸ ἀναγινώσκειν, τὴν ἱστορίαν τῶν [*](1 προσέχειν Α 2 λέγει F 3 εἰς] ἐπὶ GF εἰσήκουσεν] ὑπήκουσεν GF 3. 4 τοῦ πατρὸς καὶ τῆς μητρὸς M: τῆς μητρὸς καὶ τοῦ πατρὸς ceteri 7 ἶνα om. HL1 10 φησὶν οὗν GF 11 ι΄ M 12 ἔδωκεν Ἀβραὰμ GF ἀνδρὶ αὐτῆς GF: αὐτῆς ἀνδρί ΜΑΗ αὐτῷ] αὐτὴν F εἰς ante γυναῖκα add. MAH 13 κακία φύσει G 15 ὠφελεῖσθαι F prius ἡ om. HGF αὐτῆς G1H2 νῦν GF 18 ὑπομένειν Α 18. 19 γυναῖκα ante τῷ transpos. GF 19 νῦν GF 20 παλλακὶς Α 21 ταὐτὸ λόγιον Α 23 παρεγγυᾶσθαι F 25 φιλομαρτυρεῖ F1 26. 27 ἡνίκα πρῶτον pcst αὐτῆς transpos. GF 27 ἀνηρεθισθῆναι G 28 τῶν] τὴν Η2)

v.3.p.87
παρὰ ποιηταῖς, ἀνέθηκα τῇ δεσποίνῃ.

καὶ πάλιν ἑτέρᾳ συνελθών, γεωμετρίᾳ, καὶ τοῦ κάλλους ἀγάμενος — εἶχε γὰρ συμμετρίαν καὶ ἀναλογίαν ἐν τοῖς μέρεσι πᾶσι — τῶν ἐγγόνων οὐδὲν ἐνοσφισάμην, ἀλλὰ τῇ

ἀστῇ φέρων ἐδωρησάμην. ἐσπούδασα καὶ τρίτῃ συνελθεῖν — ἦν δὲ εὔρυθμος, εὐάρμοστος, ἐμμελής, μουσικὴ δὲ ἐκαλεῖτο — καὶ ἐγέννησα ἐξ αὐτῆς διατονικὰ χρώματα καὶ ἐναρμόνια, συνημμένα, διεζευγμένα μέλη, τῆς διὰ τεττάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν συμφωνίας ἐχόμενα, καὶ πάλιν οὐδὲν αὐτῶν ἀπεκρυψάμην, ἵνα πλουσία μοι γένηται ἡ ἀστὴ γυνή, μυρίων οἰκετῶν ὑπηρετουμένη πλήθει.

τινὲς γὰρ τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἱ μὲν ἐν ποιήμασιν, οἱ δὲ ἐν γραμμαῖς, οἱ δὲ ἐν χρωμάτων κράσεσιν, οἱ δὲ ἐν ἄλλοις μυρίοις, οὐ δυνηθέντες ἐπὶ τὴν ἀστὴν ἀναδραμεῖν.

ἔχει γὰρ ἑκάστη τέχνη γλαφυρότητας, ὁλκούς τινας δυνάμεις, ὑφ’ ὧν ἔνιοι ψυχαγωγούμενοι καταμένουσιν, ἐκλελησμένοι τῶν πρὸς φιλοσοφίαν ὁμολογιῶν. ὁ δὲ ἐμμένων ταῖς συνθήκαις πορίζει πάντα πανταχόθεν πρὸς τὴν ἀρέσκειαν αὐτῆς. εἰκότως οὖν τῆς πίστεως αὐτὸν ἀγάμενος ὁ ἱερὸς λόγος φησίν, ὅτι καὶ νῦν ἦν αὐτῷ γυνὴ Σάρρα, ὅτε τὴν θεραπαινίδα πρὸς τὴν ἐκείνης ἀρέσκειαν ἠγάγετο.

καὶ μὴν ὥσπερ τὰ ἐγκύκλια συμβάλλεται πρὸς φιλοσοφίας ἀνάληψιν, [*](2 εἶχε MAH: εἶναι GF 3 οὐδὲν M: οὐδενὸς ceteri ἐφεισάμην GF τῇ] τῶ AG1 4 αὐτὴ F τρίτην Α 6 post εὔρυθμος add. καὶ F 6 χρωματικὰ ἐναρμόνια G 6. 7 χρώματα—τεττάρων, τῆς διὰ om. F 9 αὐτὴ G ὑπηρετουμένων G 11 γραμμαῖς codd.: γραμματικῇ ex Clem. Mang. 12 κράσεσι Η 13 γλαψυρό H, ἃς add. Η2, γλαφυροτάτας Turn., γλαφυρότητι conicio 13. 14 ὁλκούς τινας MAHL1: ἀκουστικὰς GFL2 14 καταμελοῦσι GF 14. 15 ἐκλελησμένοι om. GF 15 πρὸς] κατὰ GF ὁμιλιῶν Α δ’ GF 16 πάντα om. G 16. 17 τῆς πίστεως αὐτὸν MA: τῆς πίστεως αὐτῶν GF, τῆς περὶ (αὐτὴν add. Η2) πίστεως Η 17 ἣν om. GF 18 ὅτι II ἤγετο GF μὴν] ἡ μὲν G) [*](9—13 Stoh. Flor. ed. Hense I p. 246,1. Clem. Alex. Strom. I § 29 p. 332. 333 P.: ἤδη γάρ τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης φιλοσοφίας καὶ κατεγήρασαν οἱ μὲν αὐτῶν ἐν μουσικῇ, οἱ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ. 19—88,7 ibid. § 30: ἀλλ’ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ. ἔστι γάρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις (add. σοφίας), ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας. εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα καὶ ἔστιν δι'αὑτὴν αἱρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα, εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκα ἐπιτηδεύοιτο. cf. Origenis epist. ad Greyorium p. 30 (= Philocalia cap. 13,1 p. 64 Robinson).)

v.3.p.88
οὕτω καὶ φιλοσοφία πρὸς σοφίας κτῆσιν. ἔστι γὰρ φιλοσοφία ἐπιτήδευσις σοφίας, σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων. γένοιτ’ ἂν οὖν ὥσπερ ἡ ἐγκύκλιος μουσικὴ φιλοσοφίας, οὕτω καὶ φιλοσοφία δούλη σοφίας.

φιλοσοφία δὲ ἐγκράτειαν μὲν γαστρός, ἐγκράτειαν δὲ τῶν μετὰ γαστέρα, ἐγκράτειαν δὲ καὶ γλώττης ἀναδιδάσκει. ταῦτα λέγεται μὲν εἶναι δι’ αὑτὰ αἱρετά, σεμνότερα δὲ φαίνοιτ’ ἄν, εἰ θεοῦ τιμῆς καὶ ἀρεσκείας ἕνεκα ἐπιτηδεύοιτο. μεμνῆσθαι οὖν δεῖ τῆς κυρίας, ὁπότε μέλλοιμεν αὐτῆς τὰς θεραπαινίδας μνᾶσθαι· καὶ λεγώμεθα μὲν ἄνδρες εἶναι τούτων, ὑπαρχέτω δ’ ἡμῖν ἐκείνη πρὸς ἀλήθειαν γυνή, μὴ λεγέσθω.