De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Εἰκότως οὖν μετὰ δεκαετίαν τῆς εἰς Χαναναίων γῆν ἀφίξεως ἡ πρὸς τὴν Ἄγαρ κοινωνία γίνεται· οὐ γὰρ εὐθὺς λογικοὶ γενόμενοι πλαδώσης ἔτι τῆς διανοίας ὀρεχθῆναι παιδείας τῆς ἐγκυκλίου δυνάμεθα, ἀλλ’ ἐπειδὰν σύνεσιν καὶ ἀγχίνοιαν κραταιωσάμενοι μηκέτι κούφῃ καὶ [*](1 δὲ GF ἐπειδὴ v αὐλέας MA ἐκ] ἐκ τῶν GF 2 τεττάρων MA: τεσσάρων HGF σύμβολα στοιχείων GF 3 κόκκου GF 3. 4 τεσσάρων v 4 ἀριθμῷ Mang. 5 δέ ὁ MA: δὲ Η, ἡ GF φύσει γάρ μέλας οὕτος GF 6 δ’ GF θαλάσσης GF 7 κόγχη MA (A ex corr.): κόχλη GF, κογχύλη Η, prius Α 8 Αἰγύπτου F post Αἴγυπτον add. μὲν MAH ἀφηνιάσας, tum ras. G ἀντίθεον Mang.: ἀντίθετον codd. 11 καὶ Ἀβραὰμ τρόπον transpos. GF 12 ἀλλ’ Η αὐτῶ prius G 13 ἐργάσεσθαι scripsi: ἐργάσασθαι codd. 14 δώσειν] δοῦναι Α 15 δεκάδι] δὲ GF 16 καταχρήσασθαι GF(H1 ?) γὰρ om. GH 17 νομοθεσίαν Mang.: ἐκκλησίαν codd. Μωσῆς GF 18 γενικά MAH: γενικαὶ ἀρεταὶ καὶ G, γενικαὶ καὶ ἀρεταὶ καὶ F 19 καὶ add. Mang. et confirmare videtur lectio modo coinmemorata in GF ἀέναοι MG: ἀένναοι AHF καὶ] δὲ καὶ per errorem Mang. 20 χρησομένων conicio 21 χαναναίων G: τὴν Χαναναίων F, χαλδαίων MAH γῆν Fv: γῆς ceteri, quo servato ἐκ Χαλδαίων coni. Mang. 22 γίνεται κοινωνία GF γενόμενοι corr. e γινόμενοι H 24 κρατερωσάμενοι GF κωφὴ MAH)

v.3.p.97
ἐπιπολαίῳ, ἀλλὰ βεβαίᾳ καὶ παγίᾳ γνώμῃ περὶ ἁπάντων χρώμεθα.

διὸ τἀκόλουθον προσυφαίνεται τὸ „εἰσῆλθε πρὸς Ἄγαρ“ (Gen. 16, 4)· ἦν γὰρ ἁρμόττον τῷ μανθάνοντι πρὸς ἐπιστήμην διδάσκαλον φοιτᾶν, ἵνα ἀναδιδαχθῇ τὰ προσήκοντα ἀνθρώπου φύσει παιδεύματα. νυνὶ μὲν ὁ γνώριμος εἰς διδασκάλου βαδίζων εἰσάγεται· προεκτρέχει δὲ πολλάκις ἐξοικίσασα φθόνον ἀφ’ ἑαυτῆς καὶ τοὺς ἔχοντας εὐφυῶς ἐπισπᾶται.

τὴν γοῦν ἀρετήν, Λείαν, ἔστιν ἰδεῖν προαπαντῶσαν καὶ λέγουσαν τῷ ἀσκητῇ· „πρὸς μὲ εἰσελεύσῃ σήμερον“ (Gen. 30,16), ἡνίκα ἐκεῖνος ἀγρόθεν ἐπανῄει. ποῦ γὰρ ὤφειλεν εἰςελθεῖν ὁ τῶν ἐπιστήμης σπερμάτων καὶ φυτῶν ἐπιμελητής, ὅτι μὴ πρὸς τὴν γεωργηθεῖσαν ἀρετήν;

ἔστι δ’ ὅτε καὶ ἀποπειρωμένη τῶν φοιτητῶν, ὡς ἔχουσι προθυμίας καὶ σπουδῆς, οὐχ ὑπαντᾷ μέν, ἐγκαλυψαμένη δὲ τὸ πρόσωπον ὥσπερ Θάμαρ ἐπὶ τριόδου καθέζεται, πόρνης δόξαν παρασχοῦσα τοῖς ὁδῷ βαδίζουσιν (Gen. 38, 14. 15), ἵνα οἱ περιέργως ἔχοντες ἀνακαλύψαντες ἀναφήνωσι καὶ καταθεάσωνται τὸ ἄψαυστον καὶ ἀμίαντον καὶ παρθένιον ὄντως αἰδοῦς καὶ σωφροσύνης ἐκπρεπέστατον κάλλος.

τίς οὖν ὁ ἐξεταστικὸς καὶ φιλομαθὴς καὶ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον τῶν ἐγκεκαλυμμένων πραγμάτων παραλιπεῖν ἀξιῶν ἐστιν, ὅτι μὴ ὁ ἀρχιστράτηγος καὶ βασιλεὺς καὶ ταῖς πρὸς θεὸν ὁμολογίαις ἐμμένων τε καὶ χαίρων, ὄνομα Ἰούδας; „ἐξέκλινε“ γάρ φησι „πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν· ἔασόν με εἰσελθεῖν πρὸς σέ“ (ibid. 16) — ἀλλ’ οὐκ ἔμελλε [*](1 ἐπιπολέω Α ἀλλὰ βεβαία καὶ παγία MAH: βεβαία βεβαίω G) δὲ καὶ παγίῳ GF ante περί add. τῆ M, τῆ ἁπάντων Α 2 τἀκόλουθον MH: τὸ ἀκόλουθον AGF eiarjXdcFv: εἴσελθε ceteri πρὸς τὴν Ἄγαρ GF 3 ἐπιστήμην MA: ἐπιστήμης GF, ἐπιστήμονα H 4 ἀνθρώπου om. F 5 διδασκάλου MAH1: διδασκαλίαν GFH2 βαδίζειν A προσάγεται MA(H1) προεκτρέχειν L2 δὲ om. FL2 6 ἐξοικήσας ἄφθον’ ἀφ’ F ἐπίσταται G 7 λίαν G προυπαντῶσαν GF 8 ἀσκητὴ GF: ἀθλητῇ MAH 9 ἐπανῄει G: ἐπανίη εἴ A, ἐπανίη MHF ποῖ GF εἰσελθεῖν Mang.: ἐλθεῖν codd. 10 ἐπιμεληθείς GF 11 πῶς GF ἔχουσα ’ 13 ἡ Θάμαρ GF παρέχουσα GF (sed cf. etiam Clem.) 14 ἶν’ GF 15 καταθεάσοιντο (om. τὸ) GF 16 παρθένειον MA εὐπρεπέστατον Α 18 ἀπολιπεῖν GF, καταλιπεῖν Α (cf. Clem.) ὁ om. GF 19 post ἀρχιστράτηγος add. καὶ στρατηγὸς MA ταῖς om. GF θεὸν om. F 20 πρὸς αὐτήν φησι MA 21 ἀλλ’] ἆρ᾿ Mang.) [*](11 ss. Clem. Alex Strom. I § .31 p. 334 P.: ἔχοις δ’ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἢν ὁ φιλομαθὴς Ἰούδας — δυνατὸς δὲ ἑρμηνεύεται — ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.)

v.3.p.98
παραβιάζεσθαι — καὶ σκοπεῖν, τίς τε ἡ ἐγκεκαλυμμένη δύναμίς ἐστι καὶ ἐπὶ τί παρεσκεύασται.

μετὰ τοίνυν τὸ εἰσελθεῖν γέγραπται „καὶ συνέλαβε“ (ibid. 18) καὶ τὸ „τίς“ ῥητῶς οὐ μεμήνυται· συλλαμβάνει γὰρ καὶ συναρπάζει ἡ μὲν τέχνη τὸν μανθάνοντα ἐρωτικῶς ἔχειν ἀναπείθουσα ἑαυτῆς, ὁ δὲ μανθάνων τὴν διδάσκουσαν, ὁπότε φιλομαθὴς εἴη.

πολλάκις δέ τις τῶν μέσας ἐπιστήμας ὑφηγουμένων γνωρίμου τυχὼν εὐφυοῦς ηὔχησεν ἐπὶ τῇ διδασκαλίᾳ μόνος ὑπολαβὼν τῷ φοιτητῇ γεγονέναι τῆς εὐμαθίας αἴτιος, καὶ μετεωρίσας καὶ φυσήσας ἑαυτὸν ὑψαυχενεῖ καὶ τὰς ὀφρῦς εὖ μάλα ἀνασπάσας τετύφωται καὶ παρὰ τῶν βουλομένων συνδιατρίβειν πάμπολλα αἰτεῖ· οὓς δ’ ἂν αἴσθηται πένητας μέν, διψῶντας δὲ παιδείας, ἀποστρέφεται, ὥσπερ θησαυρόν τινα σοφίας μόνος ἀνευρηκώς.

τοῦτ’ ἐστὶ τὸ „ἐν γαστρὶ ἔχειν“, οἰδεῖν καὶ τετυφῶσθαι καὶ ὄγκον πλείονα τοῦ μετρίου περιβεβλῆσθαι, δι’ ὧν καὶ τὴν κυρίαν τῶν μέσων ἐπιστημῶν, ἀρετήν, ἔδοξάν τινες ἀτιμάζειν, ἐπίτιμον οὖσαν ἐξ ἑαυτῆς.

ὅσαι μὲν οὖν ψυχαὶ μετὰ φρονήσεως κυοφοροῦσι πραγμάτων τίκτουσιν ὅμως, τὰ συγκεχυμένα διακρίνουσαι καὶ διαστέλλουσαι, καθάπερ ἡ Ῥεβέκκα — λαβοῦσα γὰρ ἐν γαστρὶ τῶν διττῶν διανοίας ἐθνῶν ἐπιστήμην, ἀρετῆς τε καὶ κακίας, εὐτοκίᾳ χρωμένη τὴν ἑκατέρου φύσιν διαστέλλει τε καὶ διακρίνει (Gen. 25,23) —· ὅσαι δὲ ἄνευ φρονήσεως, ἢ ἀμβλίσκουσιν ἢ δύσεριν καὶ σοφιστὴν βάλλοντα καὶ τοξεύοντα (Gen. 21,20) ἢ βαλλόμενον καὶ τοξευόμενον ἀποκύουσι.

καὶ μήποτε εἰκότως· αἱ μὲν γὰρ λαμβάνειν, αἱ δὲ ἔχειν ἐν γαστρὶ οἴονται, παμμεγέθους οὔσης διαφορᾶς. αἱ μὲν γὰρ ἔχειν νομίζουσαι τὴν αἵρεσιν καὶ γένεσιν ἑαυταῖς ἐπιγράφουσαι σεμνομυθοῦσιν, αἱ δὲ λαμβάνειν ἀξιοῦσαι τὸ μὲν μηδὲν οἰκεῖον ἐξ ἑαυτῶν ἔχειν συνομολογοῦσι, τὰ δὲ σπέρματα καὶ τὰς γονὰς ἔξωθεν ἀρδομένας καταλαμβάνουσαι καὶ [*](1 τίς] τῆς ἡ] ἧς GF 3 συνέλαβεν Η καίτοι τίς Mang. οὐκ ἐμήνυσε GF 6 δέ τις τῶν (τὰς fort. add.) μέσας ἐπιστήμας sciipsi: δέ τινα τῶν μέσων codd. ὑφηγουμένων scripsi: ὑφηγουμένου MAGF; ὑφηγουμένη Η, ut vid.; ὑφηγούμενος v 7 εὐφυῶς F τὴν διδασκαλίαν GF τῶν φοιτητῶν Η 8 μετεωρήσας καὶ AF, μετεωρήσασθαι G 9 ἀπανασπάσας Α τετύφλωται F 12 τουτέστι AHF 13 διὰ καὶ conicio, δι’ ὃν (sc. ὄγκον) καὶ coni. Cohn 15 αὐτῆς GF μεσταὶ coni. Mang. κυοφοροῦσιν, ἄνευ conicio τίκτουσιν ὁμοίως coni. Cohn ὁμοίως vel οὕτως coni. Mang., ἀπόνως conicio 17 διττῶν] δι F 18 διανοίας „codices “ (Mang.): διανοίαις codd., ἐπινοίας coni. Mang. 19 διακρίνει τε καὶ διαστέλλει GF δ’ GF 21. 22 μήτ᾿ GF 23 παμμεγέθους διαφορᾶς] οὑς et ας in ras. H1 οὔσης add. Mang. 23. 24 εὕρεσιν GF, σπορὰν coni. Mang. 25 ἀξιοῦσι GF αὐτῶν G συνομολογήσουσι GF 26 καταλαμβάνουσαι scripsi : καταλαμβάνουσι codd. καὶ s. s. H)

v.3.p.99
θαυμάζουσαι τὸν διδόντα κακὸν μέγιστον, φιλαυτίαν, ἀγαθῷ τελείῳ, θεοσεβείᾳ, διωθοῦνται.

τοῦτον τὸν τρόπον καὶ τὰ νομοθετικῆς τῆς παρὰ ἀνθρώποις κατεβλήθη σπέρματα· „ἦν γάρ τις“ φησίν „ἐκ τῆς φυλῆς Λευί, ὃς ἔλαβε τῶν θυγατέρων τῶν Λευί, καὶ ἔσχεν αὐτήν. καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρρεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ὂν ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς“ (Exod. 2, 1. 2).

οὗτός ἐστι Μωυσῆς, ὁ καθαρώτατος νοῦς, ὁ ἀστεῖος ὄντως, ὁ νομοθετικὴν ὁμοῦ καὶ προφητείαν ἐνθουσιώσῃ καὶ θεοφορήτῳ σοφίᾳ λαβών, ὃς γένος ὢν τῆς Λευιτικῆς φυλῆς καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρὸς ἀμφιθαλὴς τῆς ἀληθείας ἔχεται.

μέγιστον δὲ ἐπάγγελμα τοῦ γενάρχου τῆς φυλῆς ἐστι ταύτης· θαρρεῖ γὰρ λέγειν, ὅτι αὐτός μοι μόνος ἐστὶ θεὸς τιμητέος (Exod. 20, 3), ἄλλο δ’ οὐδὲν τῶν μετ’ αὐτόν, οὐ γῆ, οὐ θάλασσα, οὐ ποταμοί, οὐκ ἀέρος φύσις, οὐ πνευμάτων οὐχ ὡρῶν μεταβολαί, οὐ ζῴων οὐ φυτῶν ἰδέαι, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ ἀστέρων πλῆθος ἐν τάξεσιν ἐναρμονίοις περιπολούντων, οὐχ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.

μεγάλης καὶ ὑπερφυοῦς ψυχῆς τὸ αὔχημα, γένεσιν ὑπερκύπτειν καὶ τοὺς ὅρους αὐτῆς ὑπερβάλλειν καὶ μόνου τοῦ ἀγενήτου περιέχεσθαι κατὰ τὰς ἱερὰς ὑφηγήσεις, ἐν αἷς διείρηται „ἔχεσθαι αὐτοῦ“ (Deut. 30,20). τοιγάρτοι τοῖς ἐχομένοις καὶ ἀδιαστάτως θεραπεύουσιν ἀντιδίδωσι κλῆρον αὑτόν. ἐγγυᾶται δέ μου τὴν ὑπόσχεσιν λόγιον, ἐν ᾧ λέγεται· "κύριος αὐτὸς κλῆρος αὐτοῦ“ [*](1 θαυμάζουσαι (sic etiam v) τὸν διδόντα scripsi: θαυμάζουσι τὸν διδόντα MA, τὸν διδόντα θαυμάζουσι GFL2, τὸν διδόντα Η 1. 2 θεοσέβειαν MA 2 διορθοῦνται coni. Mang. 3 παρ’ GF τις] τι F, om. A post φυλῆς add. τῆς MH1 4 post Λευί add. Ἀβραάμ GF, Ἀμράμ Mang. ὃς] καὶ GF τῶν θυγατέρων τῶν Λευί MAH: γυναῖκα Ἰοχάβελη GF ἔσχεν GF: ἔσχηκεν MAH αὐτὴ GF 5 ἔλαβε] ἔτεκε Η αὐτὸ om. GFL2 6 Μωσῆς GF 7 προφητικὴν GFL2 ἐνθουσιώθη Α, ἐνθουσιώσει G, ὁμοῦ ἐνθουσιώσῃ FL2 8 σοφία MAH: μανία GF ὃς GFH2: om. MA(H1) γένος om. GF ὢν] ὃν Α 9 ἀμφιθαλὲς H2 ἀπαμφιασθεὶς GFL2 10 ἀπάγγελμα M, ἐπαύχημα coni. Mang. γενάρχου AF: γεννάγχου GH2, γενεάρχου MH1 λέγων G 11 ἐστὶν ὁ θεὸς Η τιμή, ὅσα δ’ ἄλλα οὐδέν GF ἀλλ’ οὐδὲν Α 12 τῶν μετ’ αὐτὸν om. HL1 μεθ’ ἑαυτὸν GFL2 primum οὐ] οὐχὶ GFL2 alterum οὐ AHL1: οὐχὶ MGFL2 θάλαττα GF tertium οὐ AGF: οὐχὶ MH φύσεις F 13 οὐχ ὡρῶν Markland: οὐκ ἐρῶν MAH, 06 καιρῶν GF 14 ἐναρμονίαις MA 16 ὑποκύπτειν Η1 ὑπερβαίνειν GFL2 17 μονονοὺ τοῦ G ἀγεννήτου AGF 17. 18 διήρηται G, δ’ εἴρηται Α 19 ἀντιδώσει FL-, ἀντιδόσει G αὑτόν Η2: αὐτόν ceteri ἐγγυεῖται F 20 αὐτὸς om. H αὐτοῦ MAH: αὐτῶ GF, αὐτῶν conicio, quod de plant. § 63 non debui in dubium vocare; habet enim etiam Lucianus)

v.3.p.100
(Deut. 10,9).

οὕτως ἐν γαστρὶ λαμβάνουσαι μᾶλλον ἢ ἔχουσαι αἱ ψυχαὶ τίκτειν πεφύκασι. καθάπερ δ’ οἱ σώματος ὀφθαλμοὶ πολλάκις μὲν ἀμυδρῶς πολλάκις δὲ τηλαυγῶς ὁρῶσι, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τοτὲ μὲν ὑποσυγκεχυμένας καὶ ἀδήλους τοτὲ δὲ καθαρὰς καὶ τρανὰς δέχεται τὰς ἀπὸ τῶν πραγμάτων ἰδιότητας.

ἡ μὲν οὖν ἀσαφὴς καὶ ἀδηλουμένη προσβολὴ ἔοικε τῷ μήπω κατὰ γαστρὸς ἐμβρύῳ διατυπωθέντι, ἡ δὲ ἐναργὴς καὶ τρανὴ μάλιστα τῷ διαπεπλασμένῳ καὶ καθ’ ἕκαστον τῶν ἐντός τε καὶ ἐκτὸς μερῶν τετεχνιτευμένῳ καὶ τὴν ἁρμόττουσαν ἰδέαν ἀπειληφότι.

νόμος δὲ ἐπὶ τούτοις ἐγράφη πάνυ καλῶς καὶ συμφερόντως τεθεὶς οὗτος· „ἐὰν μαχομένων ἀνδρῶν δύο πατάξῃ τις γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθ’ ὅ τι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει μετὰ ἀξιώματος· ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς“ (Exod. 21,22.23). οὐ γὰρ ἦν ὅμοιον, τέλειόν τε καὶ ἀτελὲς διανοίας ἔργον διαφθεῖραι, οὐδὲ εἰκαζόμενον καὶ καταλαμβανόμενον, οὐδὲ ἐλπιζόμενον καὶ ἤδη ὑπάρχον.

διὰ τοῦτο ὅπου μὲν ἐπιτίμιον ἄδηλον ἐπ’ ἀδήλῳ πράγματι, ὅπου δὲ ὡρισμένον ἐπὶ τελείῳ νομοθετεῖται, τελείῳ δὲ οὐχὶ τῷ πρὸς ἀρετήν, ἀλλὰ τῷ κατά τινα τέχνην τῶν ἀνεπιλήπτων γενομένῳ· κυοφορεῖ γὰρ αὐτὸ οὐχ ἡ λαβοῦσα, ἀλλ’ ἡ ἐν γαστρὶ ἔχουσα, οἴησιν πρὸ ἀτυφίας ἐπαγγελλομένη. καὶ γὰρ ἀμήχανον ἀμβλίσκειν τὴν ἐν γαστρὶ λαβοῦσαν, ἐπεὶ τὸ φυτὸν ὑπὸ τοῦ σπείραντος ἐμπρεπὲς τελεσφορεῖσθαι· τὴν δὲ ἔχουσαν οὐκ ἀνοίκειον, ἅτε νόσῳ χωρὶς ἰατροῦ κατεσχημένην.

Μὴ νομίσῃς δὲ τὴν Ἄγαρ λέγεσθαι ἑαυτὴν ὁρᾶν ἐν γαστρὶ ἔχουσαν διὰ τοῦ "ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει“ (Gen. 16, 4), ἀλλὰ τὴν κυρίαν αὐτῆς Σάρραν. καὶ γὰρ ὕστερον αὕτη περὶ ἑαυτῆς φησιν· [*](1 ἐν] αἱ ἐν MGF λαμβάνουσαι et ἔχουσαι scripsi : priore loco ἔχουσαι, aitero λαμβάνουσαι habent codd., ἔχουσαι om. F αἱ om. GF 2 πεφύκασιν Η πολλάκι M 3 πολλάκι M 4 ποτὲ G ποτὲ G 5 τρανεῖς GF ἀναδέχεται Η 6. 7 μήπω post ἐμβρύῳ vid. transp. 7 δ’ GF 8 καὶ καθ᾿— τετεχνιτευμένῳ om. G τεχνιτευμένω H 9 ἰδέαν om. F 9. 10 δὲ ἐπὶ—οὗτος om. G 9 τούτων conicio 10. 11 δύο ἀνδρῶν GF 12 καθότι MF ἐπιβάλλη F 13 καὶ ante δώσει add. GF 14. 15 τέλειόν om. GF 15 διαφθείρειν GF οὐδ’ GF 16 οὐδ’ GF 17 δ’ GF 18 δ’ GF prius τῶ GF: om. MAH 19 ἀντιληπτῶν G, ἀνεπιλήπτῳ (secl. τῶν) conicio γενομένων MAH1 αὐτὸ Mang. : αὐτὸν codd. 20 πρὸς GF 21 τὴν ἐν] ἐν τῆ F ἐπὶ GF1 22 τελεσφορεῖται A 22 δ’ GF 23 κατισχημένην Α 24 δὲ om. MA 25 τοῦ] τὸ AG ἰδοῦσα] εἶδεν ex LXX conicio 26 αὕτη Cohn: αὐτὴ MH, σαυτὴ GF, αὐτὴν Α περὶ ἑαυτῆς H: περὶ αὐτῆς MA, om. GF)

v.3.p.101
„ἰδοῦσα ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐνώπιον αὐτῆς“ (ibid. 5).

διὰ τί; ὅτι αἱ μέσαι τέχναι, καὶ εἰ τὰ καθ’ αὑτάς, ὧν εἰσιν ἐγκύμονες, ὁρῶσιν, ἀλλά τοι πάντως ἀμυδρῶς ὁρῶσιν, ἀλλ’ ἐπιστῆμαι τηλαυγῶς καὶ σφόδρα ἐναργῶς καταλαμβάνουσιν· ἐπιστήμη γὰρ πλέον ἐστὶ τέχνης, τὸ βέβαιον καὶ ἀμετάπτωτον ὑπὸ λόγου προσειληφυῖα.