Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
εἰκότως οὖν ἐρεῖ Μωυσῆς· „ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττώσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου“ (Exod. 30, 15), ὅπερ ἐστίν, ὡς ἔφην, δραχμή τε καὶ μονάς· ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ ποιητικὸν ἐκεῖνο
λήγει τε γὰρ ἀναλυόμενος ὁ κατὰ σύνθεσιν ἀπειράκις ἄπειρος ἀριθμὸς εἰς μονάδα, ἄρχεταί τε αὖ πάλιν ἀπὸ μονάδος εἰς ἀπερίγραφον συντιθέμενος πλῆθος. διόπερ οὐδ’ ἀριθμόν, ἀλλὰ στοιχεῖον καὶ ἀρχὴν ἀριθμοῦ ταύτην ἔφασαν, οἷς ζητεῖν ἐπιμελές.
ἔτι τοίνυν τὴν οὐράνιον τροφὴν — σοφία δέ ἐστιν — τῆς ψυχῆς, ἣν καλεῖ μάννα, διανέμει πᾶσι τοῖς χρησομένοις θεῖος λόγος ἐξ ἴσου, πεφροντικὼς διαφερόντως ἰσότητος. μαρτυρεῖ δὲ Μωυσῆς λέγων· „οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν“ (Exod. 16, 18), ἡνίκα τῷ τῆς ἀναλογίας ἐχρήσαντο θαυμαστῷ καὶ περιμαχήτῳ μέτρῳ· δι’ οὗ συνέβη μαθεῖν, ὅτι ἕκαστος „εἰς τοὺς καθήκοντας“ (Exod. 16, 16) παρ’ ἑαυτῷ συνέλεξεν οὐκ ἀνθρώπους μᾶλλον ἢ λογισμοὺς καὶ τρόπους· ὃ γὰρ ἐπέβαλεν ἑκάστῳ, τοῦτ’ ἀπεκληρώθη προνοητικῶς, ὡς μήθ’ ὑστερῆσαι μήτ’
αὖ περιττεῦσαι. τὸ δὲ παραπλήσιον τῆς κατ’ ἀναλογίαν ἰσότητος ἔστιν εὑρεῖν καὶ ἐπὶ τοῦ λεγομένου Πάσχα. Πάσχα δέ ἐστιν, ὅταν ἡ ψυχὴ τὸ μὲν ἄλογον πάθος ἀπομαθεῖν μελετᾷ, τὴν δ’ εὔλογον εὐπάθειαν ἑκουσίως πάσχῃ· διείρηται γάρ, „ἐὰν ὀλίγοι ὦσιν οἱ ἐν τῇ
οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, τὸν πλησίον γείτονα προσλαβεῖν, κατ’ ἀριθμὸν ψυχῶν, ἵν’ ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμῆται“ (Exod. 12,4), μοῖραν, ἧς ἐστιν ἐπάξιός τε καὶ χρεῖος, εὑρισκόμενος.
ἐπειδὰν δὲ καὶ τρόπον χώρας τὴν ἀρετὴν εἰς τοὺς οἰκήτορας αὐτῆς ἐθελήσῃ διανέμειν, τοῖς πλείοσι πλεονάζειν καὶ τοῖς ἐλάττοσιν ἐλαττοῦν τὴν κατάσχεσιν προστάττει (Num. 35, 8), δικαιῶν μήτε τοὺς μείζους ἐλαττόνων ἀξιοῦν—κενοὶ γὰρ ἐπιστήμης ἔσονται—μήτε τοὺς ἐλάττους μειζόνων· χωρῆσαι γὰρ τὸ μέγεθος αὐτῶν οὐ δυνήσονται. [*](1 συνήθειαν Η 2 τε Pap: δὲ codd. 3 ουδ’ Pap: οὐκ codd. 4 αὐτὴν ΑΒ ἐπιμελὲς ταῦτα conicio 5 σοφία δέ ἐστιν τῆς om. codd. ὁ λόγος ΑΒ, θεῖος om. Pap διαφέροντι G 7 Μωσῆς GHP ὁ] ᾦ v ὁ] ᾦ V 7. 8 ὁ τὸ om. Pap 8 ἔλαττον Pap: ὀλίγον codd. ἠλαττόνησεν GABP: ελαττωσε Pap, ἐλαττόνησεν Η 9 εχρησαντωι Pap μέτρῳ om. Η1P1 συνέστηκε PH1 10 αυτωι Pap 11 ἀνθρώπους] ἀγγεῖα ΑΒ ὃ] α Pap 12 ἀπεπληρώθη Pap μήτε bis codd. 13 κάτα Pap 15 ἡ ψυχὴ post ἀπομαθεῖν transp. ΑΒ αποπαθειν Pap τὴν] τη Pap 16 ἑκουσίων πάσχα G πάσχει Pap οἱ om. AB 18 κατ’ ἀριθμὸν προσλαβεῖν ΑΒ ψύχων κατ’ αριθμ)ον Pap 19 συναριθμεῖται GH1 μοῖραν Mang: μοίρας codd. (Pap?) post χρεῖος add. ἐστὶν Η1P 20 καὶ om. AB τρόπων G, τρόπω AB τὴν ἀρετὴν om. H 21 αὐτῆς Pap G: αὐτοὺς HP, αὐτοῦ AB πλείοσιν Pap 22 μήτε] μὴν G 22. 23 μείζους—τοὺς add. Η2, μήτε τοὺς—ἀξιοῦν in mg. P2 23 κενοὶ—ἔσονται οm. HP1, lin. 21 post πλεονάζειν per errorem pos. Mang. μήτε] μήτε μὴν Η2 24 αὐτῶν τό μέγεθος codd.)
τῆς δὲ κατ’ ἀριθμὸν ἰσότητος ἐναργέστατον δεῖγμά ἐστι τά τε τῶν δώδεκα ἀρχόντων ἱερὰ δῶρα (Num. 7, 10 sqq.) καὶ ἔτι τὰ ἀπὸ τῶν δώρων διανεμόμενα τοῖς ἱερεῦσιν· „ἑκάστῳ“ γάρ φησι „τῶν υἱῶν Ἀαρὼν ἔσται τὸ ἴσον“ (Lev. 6,40).
παγκάλη δὲ καὶ ἡ περὶ τὴν σύνθεσιν τῶν ἐκθυμιωμένων ἐστὶν ἰσότης· λέγεται γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ, καὶ ποιήσουσιν αὐτὸ θυμίαμα μύρον, μυρεψοῦ ἔργον συνθέσεως καθαρᾶς, ἔργον ἅγιον“ (Exod. 30,34.35). ἕκαστον γὰρ τῶν μερῶν ἑκάστῳ φησὶ δεῖν ἴσον συνέρχεσθαι πρὸς τὴν τοῦ ὅλου κρᾶσιν.
ἔστι δ’ οἶμαι τὰ τέτταρα ταῦτα, ἐξ ὧν τὸ θυμίαμα συντίθεται, σύμβολα τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη σύμπας ὁ κόσμος. στακτὴν μὲν γὰρ ὕδατι, γῇ δὲ ὄνυχα, χαλβάνην δὲ ἀέρι, τὸν δὲ διαφανῆ λιβανωτὸν πυρὶ ἀπεικάζει· στακτὴ μὲν γὰρ παρὰ τὰς σταγόνας ὑδατῶδες, ξηρὸν δὲ ὄνυξ καὶ γεῶδες, τῇ δὲ χαλβάνῃ τὸ ἡδυσμοῦ πρὸς τὴν ἀέρος ἔμφασιν προσετέθη — τὸ γὰρ εὐῶδες ἐν ἀέρι —, τῷ δὲ λιβανωτῷ τὸ διαφανὲς πρὸς φωτὸς ἔνδειξιν.
διὸ καὶ τὰ βάρος ἔχοντα τῶν κούφων διεχώρισε, τὰ μὲν τῷ συμπλεκτικῷ συνδέσμῳ ἑνώσας, τὰ δὲ διαλελυμένως ἐξενεγκών· ἔφη γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα“, ταῦτα ἀσύνδετα, τῶν βάρος ἐχόντων, ὕδατός τε καὶ γῆς, σύμβολα, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς μετὰ συμπλοκῆς „καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ“, ταῦτα πάλιν καθ’ ἑαυτά, τῶν κούφων, ἀέρος καὶ πυρός, [τὰ] σημεῖα.
τὴν δὲ τούτων ἐμμελῆ σύνθεσίν τε καὶ κρᾶσιν τὸ πρεσβύτατον καὶ τελειότατον ἔργον ἅγιον ὡς ἀληθῶς εἶναι συμβέβηκε, τὸν κόσμον, ὃν διὰ συμβόλου τοῦ θυμιάματος οἴεται δεῖν εὐχαριστεῖν τῷ πεποιηκότι, ἵνα λόγῳ μὲν ἡ μυρεψικῇ τέχνῃ κατασκευασθεῖσα σύνθεσις ἐκθυμιᾶται, ἔργῳ δὲ ὁ θείᾳ σοφίᾳ δημιουργηθεὶς κόσμος ἅπας ἀναφέρηται πρωὶ καὶ δειλινῆς ὁλοκαυτούμενος.
βίος γὰρ ἐμπρεπὴς κόσμῳ τῷ πατρὶ καὶ [*](1 τῆς] τὴν G 2 δώδεκα] ία ΗP 4 παγκάλως codd. περὶ] παρὰ Β 5 ἐνθυμιωμένων ΑΒ, ἐκθύμων μένων G ὁ ἡδυσμοῦ Pap (Turn.): ἀρωμάτων codd. 7 ante ἴσον add. ἐξαίρετον ἐξαιρέτω codd. ἴσον] ἴσω G αὐτὸ GHP: αὐτῶ Pap AB μύρον] μυρεψικὸν conicio 8 καθαρὸν conicio (Pap?) 9 φη(σιν) Pap φησὶν ἰδεῖν ΑΒ 9. 10 εστιν οἴμαι Pap 10 τέσσαρα codd. ταῦτα om. ΑΒ σύμβολον HP 12 λίβανον Η2 13 στακτὴν Pap G περὶ ΑΒ, et sic saepius, quod infra non adnotabo 14 τῆι δὲ χαλβανηι τὸ Pap: ἡ δέ χαλβάνη τοῦ codd. 15 προσετεθες Pap λιβάνῳ G 16 τὰ] τὸ G διεχώρησεν Pap 17 συμπλεκτικῶς G διαλελυμένων G 18 ἔφη γὰρ Pap: ἔφησε codd. 19 εἴτε G, εἶτ’ ΑΒ 20 χαλβάνησιν G ἡδύοσμον ΑΒ 21 τὰ seclusi 24 ευχαρισταν Pap 25 μυρεψικὴ BHP 26 δὲ ὁ om. Pap)
ὅλον ἑαυτὸν ἀνάθημα ἀνατιθέναι τῷ γεγεννηκότι θεῷ. θαυμάζω καὶ τὸν μετὰ σπουδῆς ἀπνευστὶ δραμόντα συντόνως ἱερὸν λόγον, „ἵνα στῇ μέσος τῶν τεθνηκότων καὶ τῶν ζώντων· εὐθὺς“ γάρ φησι Μωυσῆς „ἐκόπασεν ἡ θραῦσις“ (Num. 16, 47. 48). ἀλλ’ οὐκ ἔμελλε κοπάσαι καὶ ἐπικουφίσαι τὰ περιθρύπτοντα καὶ καταγνύντα καὶ συντρίβοντα τὴν ἡμετέραν ψυχήν, διακρίναντος καὶ διατειχίσαντος τοῦ θεοφιλοῦς τοὺς ὁσίους, οἳ ζῶσιν ἀψευδῶς, ἀπὸ τῶν ἀνοσίων, οἳ τεθνήκασι πρὸς ἀλήθειαν, λογισμῶν;
τῷ γὰρ ἐγγὺς εἶναι πολλάκις νοσούντων καὶ οἱ σφόδρα ὑγιαίνοντες ἐνδεξάμενοι τὴν ἐκείνων νόσον ἐμέλλησαν τελευτῆσαι. τοῦτο δ’ ἀμήχανον ἔτι παθεῖν ἦν διαζευχθέντας ὅρῳ μέσῳ παγέντι δυνατωτάτῳ, ὃς τὰς ἐφόδους καὶ ἐπιδρομὰς τοῦ χείρονος μέρους ἀπὸ τοῦ βελτίονος ἀπώσει.
τεθαύμακα δὲ ἔτι μᾶλλον, ἐπειδὰν κατακούων τῶν λογίων ἀναδιδάσκωμαι, ὃν τρόπον εἰσῆλθεν ἡ νεφέλη μέση τῆς τε Αἰγυπτιακῆς καὶ τῆς Ἰσραηλιτικῆς στρατιᾶς (Exod. 14,20)· ὑπὸ γὰρ τοῦ φιλοπαθοῦς καὶ ἀθέου τὸ ἐγκρατὲς καὶ θεοφιλὲς γένος οὐκέτ’ εἴασε διώκεσθαι τὸ σκεπαστήριον καὶ σωτήριον τῶν φίλων, ἀμυντήριον δὲ καὶ κολαστήριον τῶν ἐχθρῶν ὅπλον, ἡ νεφέλη.
διανοίαις μὲν γὰρ ἀρετώσαις ἠρέμα σοφίαν ἐπιψεκάζει, τὴν ἀπαθῆ φύσει παντὸς κακοῦ, λυπραῖς δὲ καὶ ἀγόνοις ἐπιστήμης ἀθρόας κατανίφει τιμωρίας, [*](1 τῶ μονονοὺ καὶ θυμιῶντι AB 2 μηδὲν ἑαυτῷ conicio 3 γεγεινηκοτι γεγονότι AB θαυμάζων P 5 φησὶ] φησὶν ἔστη AB 5. ὁ Μωσῆς GHP 6 ἐκοπίασεν GH1P 6.7 κοπιᾶσαι GH1P 7 ἐπικουφισθῆναι conicio καὶ καταγνύντα om. Pap AB 8 διακρίναντος scripsi, διακρινοντος Pap: om. codd. καὶ Pap P(H1): μὴ ceteri 10 λογισμῶν Pap (Mang.): λογισμοῦ codd. 11 ἐνδεξάμενοι scripsi, εγδεξαμενοι Pap: ἐκδεξάμενοι codd. ἐμελέτησαν ΑΒ 12 δὲ Pap ἣν ἔτι παθεῖν codd. διαζευχθέντα codd. 12. 13 μέσα παγέντα ΑΒP2 13 χείρονος μέρους codd.: χειρὸς Pap 14 ἀπώσει Pap: ἀνασώσει codd., ἀνώσει couicio 15 post τῶν add. ἁγίων codd. N λόγων ΑΒ ἀναδιδάσκομαι Pap G εἰσῆλθεν ἡ Pap: εἰσῆλθε codd. N 16 τε om. codd. N ’Iσραηλικῆς G 17 γὰρ om. ΑΒ τό] τὲ G τὸ θεοφιλὲς Pap 18 οὐκέτι codd. εἴασεν Pap σκοπαστήριον PH1, σκοπευτήριον ABN 20 γὰρ om. ΑΒ ημερα Pap επιψακαζει Pap, ἐπισκευάζει N φύσει om. codd. N 21 κατανίφει Pap Nv: κατανείφει A2BHP, κατανήφει Α1G) [*](8—10 Orig. Homil. in Num. IX 5 p. 298: quidam tamen ex iis, qui ante nos interpretati sunt locum hunc, memini quod mortuos dixerunt eos qui nimietate scelerum in peccatis suis mortui intelleguntur, viventes autem eos qui in operibus vitae permanserint (cf. De somn.II p. 689. 690 M.). 14—47,13 τεθαύμακα—θεοῦ Ν fol.)