De Gigantibus
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι [*](p. 262 M.) ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς“ (Gen. 6,1). ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ ἐναντίον εὑρίσκεται.
ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει.
οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν; εἰκότως οὖν καὶ ἡ τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς διασυνίστησι· τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι.
ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις [*](φίλωνος περὶ γιγάντων MAH, φίλωνος ἰουδαίου σοφοῦ περὶ γιγάντων λόγος η΄ U, τοῦ αὐτοῦ περὶ γιγάντων P 1 πολλοὶ γίνεσθαι] πληθύνεσθαι U 5 τι σπάνιον coni. Cohn σπάνιον x003E; conicio 6 ἀνευρίσκεται U οὖν] τοῦ ἐν U δεικνύντος U 7 τὰ oni. U καὶ ἀγαθὰ καὶ om. U 9 ἀπαῖρον U ὅσην scripsi: ὅσον codd., corr. in οὖσαν Η πλῆθος U ἀπεσκιασμένην HP, ταῖς κακίαις μενηγὸς (sic!) U 11 θάλασσαν U ἀποσκίδνησιν U καὶ om. U 12 υἱῶν] μερῶν U 13 τὸ ἐναντίον conicio 16 νοήματα L δένδρον U: ὧν ἄρα δένδρον M, ὧν ἄρα AP, ὡς ἄρα H, ὄντες, δένδρον coni. Diels οὗ MH: οὐ AUP 17 παθῶν] καρπῶν U 17. 43,1 ὧν αἱ γυναικώδεις εἰσὶ βλάσται U)