De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ποσίν· ἀξιόχρεως μέντοι γε οἶκος ψυχὴ ἐπιτήδειος. οἶκον οὖν ἐπίγειον τὴν ἀόρατον ψυχὴν τοῦ ἀοράτου θεοῦ λέγοντες ἐνδίκως καὶ κατὰ νόμον φήσομεν. ἵνα δὲ βέβαιος καὶ περικαλλέστατος εἴη ὁ οἶκος, θεμέλιοι μὲν ὑποβεβλήσθωσαν εὐφυΐα καὶ διδασκαλία, ἀρεταὶ δὲ μετὰ καλῶν πράξεων ἐποικοδομείσθωσαν αὐτῷ, τὰ δὲ προκοσμήματα ἔστω ἡ ἀνάληψις τῶν ἐγκυκλίων προπαιδευμάτων·

ἐκ μὲν γὰρ εὐφυΐας εὐθιξία ἐπιμονὴ μνήμη, ἐκ δὲ διδασκαλίας εὐμάθεια προσοχὴ καθάπερ τινὸς [*](2 δὲ om. AP ἀκατάληπτον H 3 τόδε] τό. τε AP τῆς corr. Turn. (cf. Ant. Mel.): δὴ codd. χωρίω L παρασκευάζον μὲν AP1, παρασκευάζομεν P2 4 κάλλιστον M Ant. Mel. : καλὸν AP, om. GH 5 εἰ δὲ μειλίσσεται AP ὃς M: ὃν ceteri αὐτῶ codd. : αὐτῶ v 8 ἀδεῶς] ἀφειδῶς coni. Mang. χρώμενοι MAPG: χρώμεθα H 11 γεννητὸν AP 12 ἀπὸ περάτων οὐρανοῦ Jessen 13 ποδαπὸν MAPG: ποταπὸν H κατασκευάσασθαι Turn. 14 εἰ om. MAP πᾶσα γῆ Η: πᾶς (om. γῆ) ceteri 16 τέχναι καὶ στοὰς AP 19 τὴν om. AP 20 περικαλέστατος MAPG 22 τὰ om. AP προσκοσμήματα M, πρὸ κοσμήματα G 23 γὰρ om. AP εὐθιξία Mang.: εὐθηξίας MAPG, om. H εὐθηξίας εὐφυίας transp. G 24 ὑπομονὴ P μνῆμαι codd., corr. Turn. δὲ om. G) [*](2—5 Anton. Mel. II 87 Col. 1209 Φίλωνος: ἐπειδήπερ ἀοράτως εἰς τὸν τῆς ψυχῆς εἰσδύεται ὁ θεός, παρασκευάζωμεν — εἰς ἕτερον οἶκον ὁ θεός.)

v.1.p.195
ῥίζαι δένδρου μέλλοντος ἡμέρους καρποὺς ἀποκυΐσκειν συνίστανται, ὧν ἄνευ τελεσιουργηθῆναι διάνοιαν ἀμήχανον·

ἐκ δὲ ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων τὸ ἐχυρὸν καὶ βέβαιον τῆς ἀσφαλοῦς ἱδρύσεως περιγίνεται, τοῦ διαστῆσαι καὶ φυγαδεῦσαι καὶ μετανάστιν ἀπεργάσασθαι τοῦ καλοῦ ψυχὴν ἐγνωκότος πρὸς οὕτως καρτερὰν ἰσχὺν ἐξασθενοῦντος·

ἐκ δὲ τῆς ἐγκυκλίου τῶν προπαιδευμάτων μελέτης τὰ πρὸς κόσμον τῆς ψυχῆς ὡς ἑστίας ἤρτηται· καθάπερ γὰρ κονιάματα καὶ γραφαὶ καὶ πινάκια καὶ λίθων πολυτελῶν διαθέσεις, αἷς οὐ μόνον τοίχους ἀλλὰ καὶ τὰ ἐδάφη ποικίλλουσι, καὶ ὅσα ἄλλα τοιαῦτα πρὸς μὲν ἰσχὺν οὐ συμβάλλεται, τέρψιν δὲ περιποιεῖ μόνον τοῖς ἐνοικοῦσιν,

οὕτως ἡ τῶν ἐγκυκλίων ἐπιστήμη τὸν ψυχικὸν οἶκον ἅπαντα διακοσμεῖ, γραμματικὴ μὲν ποιητικὴν ἐρευνῶσα καὶ παλαιῶν πράξεων ἱστορίαν μεταδιώκουσα, γεωμετρία δὲ τὴν κατ’ ἀναλογίαν ἰσότητα περιποιοῦσα, τὸ δὲ ἐν ἡμῖν ἄρρυθμον καὶ ἄμετρον καὶ ἐκμελὲς ῥυθμῷ καὶ μέτρῳ καὶ μέλει διὰ μουσικῆς ἀστείου θεραπεύουσα, ῥητορικὴ δὲ τάς τε ἐν ἑκάστοις δεινότητας ἐξετάζουσα καὶ πᾶσιν τὴν πρέπουσαν ἑρμηνείαν ἐφαρμόζουσα, τονώσεις καὶ περιπαθήσεις καὶ ἔμπαλιν ἀνέσεις καὶ ἡδονὰς μετὰ στωμυλίας καὶ τῆς περὶ γλῶτταν καὶ τὰ φωνητήρια ὄργανα εὐπραγίας περιποιοῦσα.

τοιούτου κατασκευασθέντος οἴκου παρὰ τῷ θνητῷ γένει, χρηστῶν ἐλπίδων τἀπίγεια πάντα ἀναπλησθήσεται κάθοδον δυνάμεων θεοῦ προσδοκήσαντα· αἱ δὲ νόμους ἀπ’ οὐρανοῦ καὶ θεσμοὺς ἐπιφερόμεναι τοῦ καθαγιάσαι καὶ καθιερῶσαι χάριν ἀφίξονται κατὰ τὴν τοῦ πατρὸς αὐτῶν ἐπικέλευσιν· εἶθ’ ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι ταῖς φιλαρέτοις γενόμεναι ψυχαῖς σπείρουσιν ἐν αὐταῖς γένος τὸ εὔδαιμον, καθὰ καὶ Ἀβραὰμ τῷ σοφῷ τῆς παρ’ αὐτῷ καταγωγῆς τὸν Ἰσαὰκ τελειοτάτην χάριν δεδώρηνται.

χαίρει δ’ ἐπ’ οὐδενὶ μᾶλλον ἡ κεκαθαρμένη διάνοια ἢ τῷ δεσπότην ἔχειν τὸν ἡγεμόνα πάντων ὁμολογεῖν· [*](1 καρποὺς om. MAP 3 τὸ] καὶ ΑΡ ὀχυρὸν Η 4 τοῦ prius om. MAP διαστῆσαι] παντὸς εἴδους σεῖσαι AP φυγαδευθεῖσαι ΑΡ καὶ ante μετανάστιν om. M μετανάστιν Turn.: μετανάστην MGH, μετανάστασιν ΑΡ 5 οὕτως M, οὕτω GH: οὖδας AP ἰσχὺν] ψυχὴν AP 6 πρὸς κόσμον] προκοσμήματα coni. Mang. 7 ὡς ἑστίας add. MAP: om. GH γὰρ om. GH 11 sqq. fort. scribendum γραμματικῇ . . . γεωμετρία . . . ῥητορικῇ 12 ἱστορίας Η 13 τὸ δ’ ΑΡ 14 ἄρυθμον MPG καὶ ante ἄμετρον om. ΑΡ 15 μουσικὴ ἀστεία coni. Mang. 16 πᾶσιν Mang.: πᾶσαν codd. 18 φωνητικὰ ΑΡ 19 θνητῶν AP 20 τἀπίγεια H: τὰ ἐπίγεια ceteri 21 αἱ] αἰεὶ ΑΡ 23 αὐτῶν codd.: αὑτῶν v 24 σπεροῦσιν coni. Mang. 25 καθ᾿ ἅ ΑΡ 26 χάριν] χαρὰν coni. Mang. δεδώρηται codd., corr. Mang. ἢ μᾶλλον AP1 ἡ] ἢ MGH 27 διανοία MG ἢ τῳ] ἣ τὸ H, ἡ τὸ G2 ὁμολογεῖΞ G, ὁμολογεῖ H)

v.1.p.196
τὸ γὰρ δουλεύειν θεῷ μέγιστον αὔχημα καὶ οὐ μόνον ἐλευθερίας ἀλλὰ καὶ πλούτου καὶ ἀρχῆς καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεται γένος τιμιώτερον.

τῆς δὲ τοῦ ὄντος ἡγεμονίας ὁ χρησμὸς ἀληθὴς μάρτυς λέγων ὧδε· „καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον ἐμοῦ“ (Lev. 25, 23). ἆρ’ οὐκ ἐναργέστατα παρίστησιν, ὅτι κτήσει μὲν τὰ πάντα θεοῦ, χρήσει δὲ μόνον γενέσεώς ἐστι;

βεβαίως, γάρ φησιν, οὐδὲν οὐδενὶ πεπράσεται τῶν ἐν γενέσει, ὡς [ἂν] ἑνὸς ὄντος οὗ κυρίως βεβαία ἡ τῶν ὅλων κτῆσις· κέχρηκε γὰρ ὁ θεὸς τὰ γενητὰ πάντα πᾶσιν, οὐδὲν τῶν κατὰ μέρος τέλειον ἐργασάμενος, ὃ μὴ πάντως χρεῖον ἄλλου, ἵν’ οὗ δεῖται τυχεῖν γλιχόμενον ἐξ ἀνάγκης τῷ παρασχεῖν δυναμένῳ πλησιάζῃ καὶ ἐκεῖνο τούτῳ καὶ ἀμφότερα ἀλλήλοις·

οὕτως γὰρ ἐπαλλάττοντα καὶ ἐπιμιγνύμενα λύρας τρόπον ἐξ ἀνομοίων ἡρμοσμένης φθόγγων εἰς κοινωνίαν καὶ συμφωνίαν ἐλθόντα συνηχήσειν ἔμελλεν, ἀντίδοσίν τινα καὶ ἀντέκτισιν πάντα διὰ πάντων ὑπομένοντα πρὸς τὴν τοῦ κόσμου παντὸς ἐκπλήρωσιν·