Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι· καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω, οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν, τὸν ψυχικὸν ὄχλον σκεδάσαντος θεοῦ καὶ διδάξαντός με, ὅτι οὐ τόπων διαφοραὶ τό τε εὖ καὶ χεῖρον ἐργάζονται, ἀλλ’ ὁ κινῶν θεὸς καὶ ἄγων ᾗ ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα.

πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν, μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου — καλεῖται γὰρ τὸ μάννα "τί", ὃ πάντων ἐστὶ γένος —, τὸ δὲ γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι.

ἴδε νῦν διαφορὰν τοῦ ἐν ἐρήμῳ τρεπομένου καὶ τοῦ ἐν Αἰγύπτῳ· ὁ μὲν γὰρ τοῖς θανατοῦσιν ὄφεσι χρῆται, τουτέστιν ἀπλήστοις ἡδοναῖς [*](1 καὶ alterum om. Mang. 2 ὅμως om. Arm τὴν om. Arm 3 αὐτόν MA 5 ἀντιρἐπει Α 8 ἐν τῇ ἐρήμῳ om. Arm 10 περιπίπτειν Α 12 εἴληχε M: εἴληφε AArm 13 οἱ om. Arm δάκνεται Α, δακνόμενος Arm ὑφ’ ἡδονῆς ora. Arm οἱ ἐσκορπισμένοι] σκορπίζεται Arm 17 μυριάνδρων Α ἠρεμῶ MArm: ἐρήμω Α, ἐρημῶ Maug. 19 ἦ] ἢ A 22 νᾶμα M 24 ἐστιν om. Arm 25 τῆς ἑαυτοῦ δυνάμεως Arm ἐξ ἧς] ἑξῆς Arm 27 τοῦ μάννα Α 29 ὑπάρχειν Α ἔργοις — ὑπάρχοντι] ἔργῳ δὲ δοκεῖ ὑπάρχειν Arm ἔστιν οὗ corruptum; ἔστιν οὑν vel αὖ coni. Mang. ἴσα scripsi: ἴσον codd. 30 ἡ δὲ νῦν διαφορὰ A 31 ἀναπλήστοις Α)

v.1.p.108
θάνατον ἐπιφερούσαις, ὁ δ’ ἀσκητὴς δάκνεται μόνον ὑφ’ ἡδονῆς καὶ σκορπίζεται, οὐ θανατοῦται· κἀκεῖνος μὲν σωφροσύνῃ, χαλκῷ ὄφει, θεραπεύεται γενομένῃ ὑπὸ τοῦ σοφοῦ Μωυσέως, οὗτος δὲ ὑπὸ τοῦ θεοῦ ποτίζεται κάλλιστον ποτὸν σοφίαν ἐκ τῆς πηγῆς, ἣν αὐτὸς ἐξήγαγεν ἀπὸ τῆς ἑαυτοῦ σοφίας.

οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης ἡδονή, λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου — ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός —, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι“ (Exod. 4, 1 ss.).

πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως· ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακώβ φησιν· "ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον“ (Gen. 32, 10)· Ἰορδάνης δὲ κατάβασις ἑρμηνεύεται· τῆς δὲ κάτω καὶ γηίνης καὶ φθαρτῆς φύσεώς ἐστι τὰ κατὰ κακίαν καὶ πάθος· διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέχεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε.

καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παιδείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυόμεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει ὁ φιλάρετος.

ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ [*](3 Μωυσέος MA οὗτος] οὕτως Α 4 τὴν σοφίαν Arm 5 Μωυσέος MA 6 ἡδονή add. Mang. (sic Arm) οὖν om. Arm πιστεύσωσί μοι μηδὲ om. Arm 8 Μωσεῖ MA 11 Μωσεῖ MA χεῖρά σου Α 12 ἐκτείνας — κέρκου om. Arm 13 αὐτοῦ addidi (sic Arm) ante ἵνα add. καὶ εγπεν αὐτῷ v, om. codd. et Arm σοι om. Arm 14 πιστεῦσαι M ἐὰν μὴ μάθῃ Arm 16 αὐτοῦ] σεαυτοῦ Arm 17 ὅδ’ M 18 γὰρ om. Arm 20 καὶ φθαρτῆς om. Arm 21 τὸ om. Arm 21. 22 ἐκδέχεσθαι MArm: ἐνδέχεσθαι Α 22 ἔχον Α 23. 24 παιδείᾳ ὡς] παιδεῖαι αἷς Arm 24 ἄν] ἐν Arm ἐπερείδωνται Α 25 ἀπορριφεῖσα Α 28 τοι fere evan. in M 30 ἁρμόζει codd.: ἁρμόσει Mang. Μωσεῖ MA τῷ et πολέμω om. Arm)

v.1.p.109
πολέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκπολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν.

διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία.