Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν [*](2 ἀνεπεπλήρου P 3 γ’ om. AP, γ’ εἰσὶ om. Arm 4 σαρκὸς] σάρκες Arm 6 εὔπλευρον ρον MArm: ἔμπλευρον AP 8 ὁ om. AP 10 ψυχικὴν] φυσικὴν Arm λογικὴν om. Arm 11 ἡ μὲν γὰρ Arm ἕξις] λέξις A, (??)έξις P κοινὴ om. Arm 14 codd.: εἰσιν Mang. 17 ἀλόγῳ Arm 19 ἐν θνητοῖς MArm: εὖ θνητῆς AP 20 νοῦ μετέχοντες] νοῦν μὲν ἔχοντες Arm ἔστιν οὖν καὶ Arm: οὖν καὶ om. codd. 22 ἄλλω AP 25 δημιούργημα MArm: δημιούργημά τι Α, δημιουργήματι P 28 γίνεται] κινεῖται coni. Mang. 29 ἐγρηγορότως AP 30 ἀκριβῶς Arm ut vid.: ἀκριβὲς codd.)

v.1.p.96
ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις.

ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’ ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν.

διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων.

κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ τῆς σωματικῆς ἀνάγκης.

καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια σιτούμεθα.

οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ τοῦ νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι, κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε.

τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν θεόν.

καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε [*](1. 2 φθείρεται — ὁ νοῦς om. AP 2 περιαναστάσεις P 7 ἐμπιπλῆται P, ἐμπίμπληται MA 9 καὶ prius om. Arm ἐπὶ] ὑπὸ Arm 13 πάθους] στήθους coni. Mang. 15 ὑφίηται MArm: ὑφίκται P, ὑφῖκται, ὑφῆκται Mang. 19 ἀνακαθάραι MP 21 τοῦ νοῦ Arm (coni. Diels): τοῦ om. codd. 23 καταδύντος MArm: καταδύναντος AP 21 τἀς αἰσθήσεις coni. Mang. 25 αὐτὰς Arm (coni. Mang.): αὐτὸς codd. 30 τοῦτο δ’ ἐστὶ Wendl.: τοῦτο δὲ ὅτι codd. τοῦτο δὲ τροπὴ Arm παρ’ ἑαυτῶ AP 32 ἐμοὶ AP)

v.1.p.97
ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλόμενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις, καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος τῇ ψυχῇ.