Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

„Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν“ (Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός, οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι — καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν —, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι τὸν ἄνθρωπον μόνον.

τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενομένου συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ, ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολλῶν συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ

θεῷ, ἢ κρεῖσσόν ἐστιν αὐτοῦ ἢ ἔλασσον ἢ ἴσον αὐτῷ· οὔτε δὲ ἴσον οὔτε κρεῖσσόν ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐτὸς ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ

χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός. οὐδένα

v.1.p.91
δὲ ἄνθρωπον καλόν ἐστιν εἶναι μόνον. δύο γὰρ ἀνθρώπων γένη, τό τε κατὰ τὴν εἰκόνα γεγονὸς καὶ τὸ πεπλασμένον ἐκ γῆς· οὔτε δὲ τῷ κατ’ εἰκόνα ἀνθρώπῳ καλόν ἐστιν εἶναι μόνῳ — ἐφίεται γὰρ τῆς εἰκόνος· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ ἀρχέτυπος ἄλλων ἐστί· πᾶν δὲ μίμημα ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται — οὔτε τῷ πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέζευκται καὶ συνήρμοσται.

τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν“ γάρ φησιν "αὐτῷ βοηθόν“, ἔπειτα δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν, μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλληγορεῖ· ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι, θεασώμεθα.

ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα — παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην καὶ ὑστέραν φθειρομένην —, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως.

τὸ δ’ ὑπερτεθὲν ἴδωμεν, πῶς βοηθεῖ. πῶς ἡμῶν ὁ νοῦς καταλαμβάνει, ὅτι τουτὶ λευκὸν ἢ μέλαν ἐστίν, εἰ μὴ βοηθῷ χρησάμενος ὁράσει; πῶς δὲ ὅτι ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρησάμενος ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμάχῳ χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’ ἁφῆς;

ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ [*](1 ἄνθρωπον] ἀνθρώπων Arm 2 γεγονὼς Α 2.3 οὗτε —μόνῳ om. AP 7 καὶ ante μυρία om. Arm τούτου coni. Diels 9 γεννητός AP ποιήσωμεν Arm: ποιήσω codd. 11. 12 ἀλληγορεῖ codd.: ἀλληγορεῖται Mang. (Arm) 12 αἱ γὰρ αἰσθήσεις Arm βοηθοὶ om. AP 13 τῆς ψυχῆς] αὐτῆς Arm ὅτι — θεασώμεθα om. Arm 14 ὥσπερ γὰρ Arm 15 ὅλου] ἄλλου coni. Mang. προσπλάττεσθαι AP ἢ om. Arm 16 τρόπις Arm (coni. Diels): τρόπεως codd. ᾖ Arm: ἣν codd. 19 ὅλης] ἄλλης coni. Mang. εἶναι om. Arm 22 οὗτος om. Arm θεοῦ om. Arm, τοῦ νοῦ coni. Benzelius, αὐτοῦ (scil. ἡγεμονικοῦ) Mang., τοῦ βοηθουμένου Wendl. γεννητός AP 24 εἰ Mang. (Arm): ὅτι codd. 26 ὅτι om. AP 28 αὖ τὰ] αὐτὰ AP 29 βοηθῶν Arm: βοηθοῦν M, βοηθοῦ AP)

v.1.p.92
ἡδονὴ βοηθεῖ πρὸς διαμονὴν τοῦ γένους ἡμῶν καὶ ἐπιθυμία, καὶ λύπη μέντοι καὶ φόβος δάκνοντα τὴν ψυχὴν ἐπέστρεψεν αὐτὴν μηδενὸς ὀλιγωρεῖν, ὀργή τε ἀμυντήριον ὅπλον [ἣ] μεγάλα πολλοὺς ὠφέλησε, καὶ τἆλλα ταύτῃ. διὸ καὶ εὐθυβόλως εἶπε "κατ’ αὐτὸν εἶναι τὸν βοηθόν·“ τῷ γὰρ ὄντι οἰκεῖος οὗτος ὁ βοηθός ἐστι τῷ νῷ ὡς ἂν ἀδελφὸς καὶ ὅμαιμος· μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη.