Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην ἑορτῆς εἶχεν οὕτως, ὁ δὲ Μάξιμος ἀπὸ τῆς Ῥἁ??ʼέννης ἄρας ἐπέστη Ἀκυληίᾳ, διαβὰς τὰ τενάγη, ἅ τε ὑπὸ Ἠριδανοῦ ποταμοῦ πληρούμενα καὶ τῶν περικειμένων ἑλῶν ἑπτὰ στόμασιν ἐς θάλατταν ἐκχεῖται: ἔνθεν καὶ τῇ φωνῇ καλοῦσιν οἱ ἐπιχώριοι Ἑπτὰ πελάγη τὴν λίμνην ἐκείνην.

εὐθὺς οὖν οἱ Ἀκυλήσιοι τὰς πύλας ἀνοίξαντες ὑπεδέχοντο, αἵ τε ἀπὸ Ἰταλίας πόλεις πρεσβείας ἔπεμπον τῶν πρωτευόντων παῤ αὐτοῖς ἀνδρῶν, οἳ λευχειμονοῦντες καὶ δαφνηφόροι θεῶν πατρίων ἕκαστοι προσεκόμιζον ἀγάλματα καὶ εἴ τινες ἦσαν στέφανοι χρυσοῦ ἐξ ἀναθημάτων, εὐφήμουν τε καὶ ἐφυλλοβόλουν τὸν Μάξιμον. ὁ δὲ στρατὸς ὁ τὴν Ἀκυληίαν πολιορκήσας προσῄει καὶ αὐτὸς ἐν εἰρηνικῷ σχήματι δαφνηφόρος, οὐκ ἐξ ἀληθοῦς μὲν διαθέσεως πᾶς, προσποιήτῳ δὲ εὐνοίᾳ καὶ τιμῇ διὰ τὴν παροῦσαν ἐξ

ἀνάγκης τῆς βασιλείας τύχην. οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν τὸν μὲν ὑπ̓ αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος ἐν τῇ Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν συγκαλέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν, βήματός τε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε.

ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόντας τε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου

p.202
μὲν εἰρήνην ἔχοντες πρὸς θεοὺς οὓς ὀμωμόκατε, καὶ νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον, ὅς ἐστι τῆς Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ δὲ ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν, τὰ πιστὰ τηροῦντας Ῥωμαίοις τε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν πράξεων καὶ μακρᾶς διαδοχῆς ὥσπερ κατ̓ ἀκολουθίαν ἐπὶ τοῦτο ἀναβάντας κρίναντες ὁ δῆμος καὶ ἡ

σύγκλητος ἐπελέξατο. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἴδιον κτῆμα ἡ ἀρχή, ἀλλὰ κοινὸν τοῦ Ῥωμαίων δήμου ἄνωθεν, καὶ ἐν ἐκείνῃ τῇ πόλει ἡ τῆς βασιλείας ἵδρυται τύχη: ἡμεῖς δὲ διοικεῖν καὶ διέπειν τὰ τῆς ἀρχῆς σὺν ὑμῖν ἐγκεχειρίσμεθα. ταῦτα δὲ μετ̓ εὐταξίας τε καὶ κόσμου τοῦ πρέποντος, αἰδοῦς τε καὶ τιμῆς πρὸς τοὺς ἄρχοντας, ὑμῖν μὲν εὐδαίμονα καὶ πάντων ἀνενδεῆ παρέξει βίον, τοῖς δ̓ ἄλλοις πᾶσιν ἀνθρώποις κατά τε ἔθνη καὶ κατὰ πόλεις εἰρήνην καὶ πρὸς τοὺς ἡγουμένους πειθώ. βιώσεσθέ τε καὶ κατὰ γνώμην ἐν τοῖς

οἰκείοις, οὐκ ἐν ἀλλοδαπῇ κακοπαθοῦντες. ὑπὲρ δὲ τοῦ καὶ τὰ βάρβαρα ἡσυχάζειν ἔθνη, διὰ φροντίδος ἡμεῖς ἕξομεν. δύο μὲν γὰρ ὄντων βασιλέων εὐμαρέστερον καὶ τὰ ἐν τῇ Ῥώμῃ διοικήσεται καὶ εἴ τι ἐπὶ τῆς ἀλλοδαπῆς ἐπείγοι, πρὸς τὴν χρείαν ἀεί του πρὸς τὰ καλοῦντα ῥᾳδίως παρόντος. μηδέ τις ὑμῶν οἰέσθω τῶν πεπραγμένων εἶναί τινα μνήμην, εἴτε ὑφ̓ ἡμῶν ʽἐκελεύεσθε γάῤ εἴτε ὑπὸ Ῥωμαίων ἢ τῶν ἄλλων ἐθνῶν, οἳ ἀδικούμενοι ἀπέστησαν: ἀλλὰ γὰρ ἔστω πάντων ἀμνηστία, καὶ σπονδαὶ φιλίας βεβαίου, εὐνοίας τε καὶ εὐκοσμίας πίστις αἰώνιος.

τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάς τε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν διατρίψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον

p.203
συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν ἔς τε τὰ ἔθνη καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύν τε τοῖς δορυφόροις, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, σύν τε τοῖς ὑπὸ

Βαλβίνῳ στρατευομένοις. ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι: ἐθάρσει γὰρ αὐτῶν τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντας ὑπεδέχοντο.