Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τὰ μὲν οὖν ἐν τῇ πόλει οὕτω παρεσκεύαστο: τῷ δὲ Μαξιμίνῳ ἐπειδὴ ἀπηγγέλη φρουρουμένη καὶ κεκλεισμένη γενναίως ἡ πόλις, ἔδοξε πέμψαι ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσαιεν αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ἦν δὲ ἐν τῷ στρατῷ χιλίαρχος ᾧ πατρὶς μὲν ἡ Ἀκυληία ἦν, τέκνα τε καὶ

γυνὴ οἰκεῖοί τε πάντες ἔνδον ἀπεκέκλειντο. τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα πείσειν ὡς πολίτην. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα μὲν αὐτοὺς καταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις σχολάζειν ἢ φόνοις, μηδὲ περιορᾶν πατρίδα μέλλουσαν ἄρδην καὶ ἐκ θεμελίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖς τε

p.192
σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς χρηστοῦ βασιλέως ἀμνηστίαν συγγνώμην τε τῶν ἁμαρτηθέντων: οὐ γὰρ αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ̓

ἄλλους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτά τινα κάτω παρεστῶτες ἐβόων, ὡς ἐξάκουστα εἴη: ὁ δὲ πλεῖστος δῆμος τῷ τείχει καὶ τοῖς πύργοις ἐφεστώς, πλὴν τῶν τὰ λοιπὰ μέρη φρουρούντων, ἐπήκουεν ἡσυχάζων τῶν

λεγομένων. ὁ δὲ Κρισπῖνος φοβηθεὶς μή πως ἅτε ὄχλος ταῖς ὑποσχέσεσιν ἀναπεισθείς, εἰρήνην τε ἀντὶ πολέμου ἑλόμενος, ἀνοίξῃ τὰς πύλας, περιθέων τὸ τεῖχος ἐδεῖτο καὶ ἐλιπάρει μένειν τε θαρραλέως καὶ ἀντέχειν γενναίως, μηδὲ προδιδόναι τὴν πρὸς τὴν σύγκλητον καὶ Ῥωμαίων δῆμον πίστιν, σωτῆρας δὲ καὶ προμάχους Ἰταλίας πάσης ἀναγραφῆναι, μὴ πιστεύειν δὲ ὑποσχέσεσι τυράννου ἐπιόρκου τε καὶ ἀπατεῶνος, μηδὲ χρηστοῖς λόγοις δελεασθέντας ὀλέθρῳ προύπτῳ παραδοθῆναι, ἐνὸν πιστεῦσαι πολέμου

ἀμφιβόλῳ τύχῃ: πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων περιεγένοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος: μηδ̓ ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. οἱ μὲν γὰρ ὑπὲρ ἄλλου μαχόμενοι καὶ τῆς παῤ ἑτέρῳ ἐσομένης εὐδαιμονίας, εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης, εἰδότες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι, τὰ δὲ μέγιστα καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται:

τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τό τε ἐς τὰς μάχας πρόθυμον οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ̓ ἐξ οἰκείας ἀνάγκης ἔχουσιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ

καρπὸς αὐτοῖς περιγίνεται. τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν

p.193
καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούς τε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τά τε ἱερὰ αἴσια ἀπαγγελλόντων: μάλιστα γὰρ τῇ σκέψει

ταύτῃ πιστεύουσιν Ἰταλιῶται. καὶ χρησμοὶ δέ τινες ἐδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου: Βέλιν δὲ καλοῦσι τοῦτον, σέβουσί τε ὑπερφυῶς, Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι

πολλάκις ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην. ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ ἀσχημονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν ἀλλὰ μὴ ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐχ ἔχω: τὸ δὲ παράδοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι.