Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

αἰτίαι μὲν δὴ τοιαῦται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον: καὶ πάντες μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔς τε ἀπόστασιν εὐσταθῶς ὥρμησαν Αίβυες,

ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνός τε γάρ, οὓς

p.170
ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο: οἵ τε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦπτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, ἄκοντες

ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο. ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖς τε ἄλλοις πᾶσι βιαίως προσεφέρετο, καὶ νεανίσκους τινὰς τῶν παῤ ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ̓ οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν: συνωμοσίαν δὲ ποιησάμενοι, πάντας τε οὓς ᾔδεσαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας ἀναπείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν

ἀγρῶν οἰκέτας, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. οἳ δὲ πεισθέντες κελεύουσι τοῖς δεσπόταις πρὸ τῆς ἕω συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος ἠθροίσθη: φύσει γὰρ πολυάνθρωπος οὖσα ἡ Λιβύη

πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας. ἅμα δὲ τῷ παραδραμεῖν τὸ περίορθρον προελθόντες οἱ νεανίσκοι τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες τότε ἀποκαλύπτειν ἃ ἔφερον ὅπλα καὶ γενναίως ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν

αὐτοῖς ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου: αὐτοὶ δὲ λαβόντες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι, προσπεσόντες τε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φονεύουσι. τῶν δὲ περὶ αὐτὸν στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷ τε φόνῳ ἐπεξελθεῖν

p.171
θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες προβαλόμενοι τά τε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας ῥᾳδίως