Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐντεῦθεν μείζων ἡ ὀργὴ τοῦ τε δήμου καὶ τῆς συγκλήτου ἐγένετο. στρατηγοί τε οὖν κατελέγοντο ἔκ τε πάσης Ἰταλίας λογάδες, ἥ τε νεολαία πᾶσα ἠθροίζετο, ὅπλοις τε αὐτοσχεδίοις καὶ τοῖς προστυχοῦσιν ὡπλίζετο. τούτων δὴ τὸ μὲν πλεῖστον μέρος ὁ Μάξιμος σὺν αὑτῷ ἀπήγαγεν ὡς δὴ Μαξιμίνῳ πολεμήσων: οἱ δὲ λοιποὶ ἔμειναν, ὡς τὴν πόλιν φρουροῖέν

τε καὶ προασπίζοιεν αὐτῆς. ἑκάστοτε οὖν τῷ τείχει τοῦ στρατοπέδου ἐγίνοντο προσβολαί, ἔπραττον δὲ οὐδὲν προμαχομένων ἄνωθεν τῶν στρατιωτῶν: οἳ δὲ βαλλόμενοι καὶ τιτρωσκόμενοι κακῶς ἀπηλλάγησαν. ὁ δὲ Βαλβῖνος οἴκοι μένων διάταγμά τε προθεὶς ἱκέτευε τὸν δῆμον ἐς διαλλαγὰς χωρῆσαι, τοῖς τε στρατιώταις ὑπισχνεῖτο ἀμνηστίαν, ἄνεσίν τε

πάντων ἐδίδου ἁμαρτημάτων. ἀλλ̓ οὐδετέρους ἔπειθε, τὸ δὲ δεινὸν ἑκάστοτε ηὔξετο, τοῦ μὲν τοσούτου δήμου ἀπαξιοῦντος ὑπ̓ ὀλίγων καταφρονηθῆναι, τῶν δὲ στρατιωτῶν ἀγανακτούντων ὅτι δὴ ταῦτα ὑπὸ Ῥωμαίων ὡς ὑπὸ βαρβάρων πάσχουσι. τὸ δὴ τελευταῖον, ἐπειδὴ τειχομαχοῦντες οὐδὲν ἔπραττον, ἔδοξε τοῖς στρατηγοῖς ἐκκόψαι πάντας τοὺς εἰσρέοντας ἐς τὸ στρατόπεδον ἀγωγοὺς ὕδατος, σπάνει

p.187
τε ποτοῦ καὶ ἐνδείᾳ ῥείθρων αὐτοὺς παραστήσασθαι.

προσπεσόντες οὖν πᾶν τὸ ὕδωρ τοῦ στρατοπέδου ἐς ἕτερα ῥεῖθρα μετωχέτευον, ἐκκόπτοντες καὶ εἰσφράττοντες τὰς ἐς τὸ στρατόπεδον εἰσόδους αὐτοῦ. οἱ δὲ στρατιῶται ὁρῶντες τὸν κίνδυνον καὶ ἐν ἀπογνώσει γενόμενοι, τὰς πύλας ἀνοίξαντες ἐπεξῆλθον: μάχης τε καρτερᾶς γενομένης καὶ φυγῆς τῶν δημοτῶν ἐπὶ πολὺ

τῆς πόλεως διώκοντες οἱ στρατιῶται προύβησαν. ἐπεὶ δὲ οἱ ὄχλοι ταῖς συστάδην μάχαις ἡττώμενοι, ἀναπηδῶντες ἐς τὰ δωμάτια τῷ τε κεράμῳ βάλλοντες αὐτοὺς καὶ λίθων βολαῖς τῶν τε ἄλλων ὀστράκων ἐλυμαίνοντο, ἐπαναβῆναι μὲν αὐτοῖς δἰ ἄγνοιαν τῶν οἰκήσεων οὐκ ἐτόλμησαν οἱ στρατιῶται, κεκλεισμένων δὲ τῶν οἰκιῶν καὶ τῶν ἐργαστηρίων ταῖς θύραις, καὶ εἴ τινες ἦσαν ξύλων ἐξοχαί ʽπολλαὶ δὲ αὗται κατὰ τὴν

πόλιν̓, πῦρ προσετίθεσαν. ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείας τε πλῆθος ἐπάλληλον μέγιστον μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ καὶ ἀμφιλαφῆ κτήματα, ἔν τε προσόδοις πλουσίαις

καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια. πλῆθός τε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυνηθέντων διὰ τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατειλῆφθαι. οὐσίαι τε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπάζειν κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισωθῆναι.

καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξιμῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, θύσας τε ἐπὶ τῶν μεθορίων βωμῶν

p.188
τῆς ἐπ̓ Ἰταλίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέ τε πάντα τὸν στρατὸν ἐν ὅπλοις εἶναι καὶ μετ̓ εὐταξίας προχωρεῖν.

τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τά τε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν: τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται.