Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τὰ μὲν δὴ κατὰ τὴν Λιβύην ἐν τούτοις ἦν: ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ταραχῇ καὶ ἀφασίᾳ ὅ τε δῆμος ἦν ἥ τε σύγκλητος μάλιστα, Γορδιανοῦ τετελευτηκότος ἐς ὃν ἠλπίκεσαν: ᾔδεσαν γὰρ --- αὐτὸν οὔτε φεισόμενον τινός: ὃς γὰρ καὶ φύσει ἀλλοτρίως καὶ ἀπεχθῶς πρὸς αὐτοὺς διέκειτο, τότε καὶ ἐπ̓ εὐλόγοις αἰτίας ὡς ὁμολογουμένοις

ἐχθροῖς εἰκότως ὠργίζετο. ἔδοξεν οὖν συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, ἅπαξ τε ἀναρρίψαντας κίνδυνον πόλεμον ἄρασθαι, προστησαμένους ἑαυτῶν χειροτονηθέντας βασιλέας, οὓς ἠθέλησαν μερίσαι τὴν ἀρχήν, ὡς μὴ παῤ ἑνὶ οὖσα ἡ ἐξουσία ἐς τυραννίδα πάλιν ἐξοκείλῃ. συνῆλθον οὖν οὐκ ἐς τὸ σύνηθες συνέδριον ἀλλ̓ ἐς τὸν τοῦ Διὸς νεὼν τοῦ Καπετωλίου, ὃν σέβουσι Ῥωμαῖοι ἐν ἀκροπόλει.

συγκλείσαντες οὖν αὑτοὺς ἐν τῷ σηκῷ μόνους, ὥσπερ ὑπὸ μάρτυρι τῷ Διὶ καὶ συνέδρῳ ἐπισκόπῳ τε τῶν πραττομένων, ἐπιλεξάμενοι τῶν ἐν ἡλικίᾳ καὶ ἀξιώματι προυχόντων οὓς ἐδοκίμαζον κατὰ ψηφοφορίαν, ἐχόντων καὶ ἄλλων ψήφους, διακριθεισῶν τε καὶ τοῦ πλείστου τῆς γνώμης Μάξιμόν τε καὶ

Βαλβῖνον ἀνειπόντος αὐτοκράτορας ἐποίησαν. τούτων δ̓ ἦν ὁ μὲν Μάξιμος ἔν τε πολλαῖς στρατοπέδων ἀρχαῖς

p.183
γενόμενος, τῆς τε Ῥωμαίων πόλεως ἔπαρχος καταστὰς ἀνεπιστρόφως τε ἄρξας, καὶ ἐν ὑπολήψει παρὰ τοῖς ὄχλοις φρενῶν τε καὶ ἀγχινοίας καὶ βίου σώφρονος, ὁ δὲ Βαλβῖνος γενόμενος μὲν εὐπατρίδης, ἐς δευτέραν δὲ ὑπατείαν ἐληλακὼς ἐθνῶν τε ἡγησάμενος

ἀμέμπτως, τὸ δ̓ ἦθος ἁπλούστερος. τῆς οὖν χειροτονίας ἐκείνους ἀνειπούσης σεβαστοί τε ἀνηγορεύθησαν, καὶ πάσαις ταῖς βασιλικαῖς τιμαῖς ἡ σύγκλητος διὰ δόγματος αὐτοὺς ἐκόσμησεν. ὁ δὲ δῆμος τούτων ἐν τῷ Καπετωλίῳ πραττομένων, εἴτε ὑποβαλόντων τινῶν Γορδιανοῦ φίλων καὶ οἰκείων εἴτε γνόντες ὑπὸ φήμης, παρειστήκεσαν̓ ταῖς πύλαις, φράξαντες πᾶσαν τὴν ἐς τὸ Καπετώλιον ἄνοδον τῷ πλήθει τῶν ὄχλων, λίθους τε καὶ ξύλα ἐπεφέροντο, ἀντιπράττοντες τοῖς ὑπὸ τῆς συγκλήτου ἐψηφισμένοις, καὶ μάλιστα τὸν Μάξιμον παραιτούμενοι:

ἦρξέ τε γὰρ στερρότερον τῆς πόλεως, πολύ τε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους τῶν ὄχλων. ὅθεν δεδιότες ἀπηρέσκοντο αὐτῷ, ἐβόων τε καὶ ἠπείλουν ἀποκτενεῖν αὐτούς: ἠξίουν γὰρ τοῦ Γορδιανοῦ γένους βασιλέα αἱρεθῆναι, τό τε τῆς αὐτοκρατορικῆς ὄνομα ἀρχῆς ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι

μεῖναι. ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος τοὺς νεανίας πάντας, στρατιώτας τε οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ δὲ πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑποβαλόντος τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ

πάππῳ ὁμώνυμον. πέμψαντες τοίνυν τῶν σὺν αὑτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων,

p.184
διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦ τε ἔγγονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον

ὑπὸ τοῦ δήμου καὶ φυλλοβολούμενον. τῆς τε συγκλήτου Καίσαρα αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷός τε ἦν προΐστασθαι τῶν πραγμάτων, τῆς τε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντό τε προελθεῖν ἐς τὴν βασίλειον αὐλήν.