Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπισχνεῖτο. ὃ δ̓ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. κατελθών τε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν

ἔξοδον. καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. ἀλλ̓ οὐδὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν: πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείς τε ὑπ̓ αὐτοῖς

καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν

p.151
Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι: ἤλπιζε γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. ὁ δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι καὶ χρυσῷ κεκοσμημένους ἵππων τε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους τῇ τε ὄψει καὶ τῷ

σχήματι τῶν Περσῶν. ἔλεγε δ̓ ἡ πρεσβεία ὅτι δὴ κελεύει μέγας βασιλεὺς Ἀρταξέρξης ἀφίστασθαι Ῥωμαίους τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε ἁπάσης Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται: εἶναι γὰρ αὐτὰ Περσῶν

προγονικὰ κτήματα. τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει ὁ Ἀλέξανδρος τοὺς τετρακοσίους συλληφθῆναι, καὶ παρελόμενος πάσης τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέπεμψε, δοὺς κώμας τε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύτην αὐτοῖς ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν: ἀποκτεῖναι γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν δεσπότου ἀγγείλαντας.

τούτων δὴ οὕτω πραττομένων, παρασκευαζομένου τε τοῦ Ἀλεξάνδρου καὶ διαβῆναι τοὺς ποταμοὺς ἔς τε τὴν βάρβαρον γῆν τὸν στρατὸν διαγαγεῖν, ἐγένοντό τινες καὶ ἀποστάσεις στρατιωτῶν, ἀπό τε Αἰγύπτου ἐληλυθότων, ἀλλὰ μὴν καὶ τῶν κατὰ Συρίαν, καινοτομῆσαί τινα ἐπιχειρησάντων περὶ τὴν βασιλείαν: οἳ ταχέως φωραθέντες ἐκολάσθησαν. ἀλλὰ καί τινα τῶν στρατοπέδων μετέστησεν ὁ Ἀλέξανδρος ἐς

p.152
ἕτερα χωρία, ἐπιτηδειότερα δοκοῦντα εἶναι πρὸς τὸ κωλύειν τὰς τῶν βαρβάρων ἐπιδρομάς.