Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέ τε καὶ ἐτελεύτησε, δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι ἥ τε πρὸ τούτου ἐπιβουλὴ καὶ διαδοχή: γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷ τε δήμῳ Ῥωμαίων

καὶ τῇ συγκλήτῳ, λέγων τοιάδε. ἐν εἰδόσι μὲν ὑμῖν τοῦ τε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν τοῦ τε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ τι ἐξουσίας καὶ δυνάμεως βασιλικῆς ἀποδεούσης, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων πεπίστευται, περιττὸν νομίζω μακρηγορεῖν.

p.126
ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπραττεν οὐκ ἀρεσκόμενον, καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφειδῶς ὑμῖν

προσεφέρετο. κἀμὲ μὲν κακῶς ἠγόρευε, καὶ δημοσίᾳ πολλάκις τὸ μέτριόν μου καὶ πρὸς τοὺς ἀρχομένους φιλάνθρωπον διαβάλλων καὶ διασκώπτων ἐς ῥᾳθυμίαν καὶ τρόπων χαυνότητα: κολακείαις δὲ χαίρων, καὶ τοὺς εἰς ὠμότητα παροξύνοντας τῷ τε θυμῷ τὸ ἐνδόσιμον αὐτοῦ διδόντας τήν τε ὀργὴν διαβολαῖς ἐγείροντας εὔνους καὶ πιστοὺς ἐδοκίμαζε φίλους. ἐμοὶ

δὲ ἐξ ἀρχῆς τὸ πρᾶον καὶ μέτριον προσφιλές. τὸν γοῦν πρὸς Παρθυαίους πόλεμον, μέγιστόν τε ὄντα καὶ ἐφ̓ ᾧ πᾶσα Ῥωμαίων ἐσάλευεν ἀρχή, κατελύσαμεν καὶ ἐν οἷς ἀνδρείως παραταξάμενοι οὐδέν τι ἡττήμεθα, καὶ ἐν οἷς σπείσαντες μετὰ πολλῆς δυνάμεως ἐλθόντα μέγαν βασιλέα πιστὸν φίλον ἀντ̓ ἐχθροῦ δυσμάχου ἐποιήσαμεν. ἐμοῦ δὲ κρατοῦντος ἐν ἀδείᾳ τε καὶ ἀναιμωτὶ πάντες βιώσονται, ἀριστοκρατία τε

μᾶλλον ἢ βασιλεία νομισθήσεται. μηδέ τις ἀπαξιούτω ἢ τύχης πταῖσμα νομιζέτω, ὅτι δὴ ὄντα με ἐκ τῆς ἱππάδος τάξεως ἐπὶ τοῦτο ἤγαγε. τί γὰρ ὄφελος εὐγενείας, εἰ μὴ χρηστὸς καὶ φιλάνθρωπος συνοικεῖ τρόπος; τὰ μὲν γὰρ τῆς τύχης δῶρα καὶ ἀναξίοις περιπίπτει, ἡ δὲ τῆς ψυχῆς ἀρετὴ ἰδίαν ἑκάστῳ δόξαν περιτίθησιν. εὐγένεια δὲ καὶ πλοῦτος καὶ ὅσα τοιαῦτα μακαρίζεται μέν, οὐκ ἐπαινεῖται δέ, ὡς παῤ

ἄλλου δοθέντα: ἐπιείκεια δὲ καὶ χρηστότης ἅμα τῷ θαυμάζεσθαι καὶ τῶν ἐπαίνων τὴν ἀναφορὰν ἐς αὐτόν τινα ἔχει τὸν κατορθοῦντα. τί γοῦν ὑμᾶς ὤνησεν ἡ Κομμόδου εὐγένεια ἢ Ἀντωνίνου ἡ πατρῴα διαδοχή; οἱ μὲν γὰρ ὥσπερ ὄφλημα κληρονομίας εἰληφότες ἀποχρῶνταί τε καὶ ἐνυβρίζουσιν ὡς ἄνωθεν

p.127
ἰδίῳ κτήματι: οἱ δὲ παῤ ὑμῶν λαβόντες χάριτός τε ἀιδίου εἰσὶ χρεῶσται καὶ πειρῶνται ἀμείψασθαι τοὺς

εὐεργεσίαις προειληφότας. καὶ τῶν μὲν εὐπατριδῶν βασιλέων τὸ εὐγενὲς ἐς ὑπεροψίαν ἐκπίπτει καταφρονήσει τῶν ὑπηκόων ὡς πολὺ ἐλαττόνων: οἱ δὲ ἐκ μετρίων πράξεων ἐπὶ τοῦτο ἐλθόντες περιέπουσιν αὐτὸ ὡς καμάτῳ κτηθέν, αἰδῶ τε καὶ τιμὴν ἀπονέμουσιν,

ἣν εἰώθεσαν, τοῖς ποτὲ κρείττοσιν. ἐμοὶ δὲ σκοπὸς μηδέν τι πράττειν ἄνευ τῆς ὑμετέρας γνώμης, κοινωνούς τε καὶ συμβούλους ἔχειν τῆς τῶν πραγμάτων διοικήσεως. ὑμεῖς δὲ ἐν ἀδείᾳ καὶ ἐλευθερίᾳ βιώσεσθε, ὧν ἀφῃρέθητε μὲν ὑπὸ τῶν εὐπατριδῶν βασιλέων, ἀποδοῦναι δὲ ὑμῖν ἐπειράθησαν πρότερον μὲν Μάρκος ὕστερον δὲ Περτίναξ, ἐξ ἰδιωτικῶν σπαργάνων ἐπὶ τοῦτο ἐλθόντες. γένους γὰρ ἔνδοξον ἀρχὴν αὐτὸν παρασχεῖν καὶ τῷ ὑστέρῳ γένει ἄμεινον ἢ κλέος προγονικὸν παραλαμβάνοντα τρόπου φαυλότητι καταισχῦναι.