Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι

p.114
πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παῤ αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσί τε καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς

ἐλπίσιν. ὁ δ̓ Ἀντωνῖνος διεστῶτας αὐτοὺς ἐπιών, ἑκάστου ἐφαπτόμενος καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστ̓ αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας τὸ στρατιωτικὸν πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους, ἐπελθὼν πάντας αὐτὸς μὲν ὑπεξέρχεται μεθ̓ ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ̓ ἑνὶ δὲ σημείῳ προσπεσόντες πανταχόθεν οἱ στρατιῶται τὴν ἐν μέσῳ πᾶσαν νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ φόνων ἀναιροῦσιν, ὡπλισμένοι τε ἀόπλους καὶ πανταχόθεν

περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον ἔξωθεν, οἳ δ̓ ὤρυττον ὀρύγματα μέγιστα ἕλκοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμάτων: καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειρον ταχέως πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτι τε ἄτρωτοι συνεχώσθησαν. ἀλλὰ μὴν καὶ

τῶν στρατιωτῶν οὐκ ὀλίγοι προσαπώλοντο: ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάς τε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο.

ἐπιθυμήσας δὲ μετ̓ οὐ πολὺ Παρθικὸς κληθῆναι καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ

p.115
Παρθυαίων ʽἈρτάβανος δ̓ ἦν ὄνομα αὐτᾦ, πέμπει τε πρεσβείαν καὶ δῶρα πάσης ὕλης τε πολυτελοῦς

καὶ τέχνης ποικίλης. τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον: ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖ τε καὶ βασιλέως υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς γαμβρῷ γενέσθαι, ἀγαγέσθαι δὲ βασιλίδα τε καὶ μεγάλου βασιλέως θυγατέρα. δύο δὲ ταύτας ἀρχὰς εἶναι μεγίστας, τήν τε Ῥωμαίων καὶ τὴν Παρθυαίων: ἃς συναχθείσας κατ̓ ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας,

μίαν ποιήσειν ἀρχὴν ἀνανταγώνιστον: τὰ γὰρ λοιπὰ ἔθνη βάρβαρα, ὅσα μὴ ὑπὸ ταῖς τούτων βασιλείαις, εὐάλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν καὶ τὴν διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον, Παρθυαίοις δὲ ἵππον τε πολλὴν καὶ τὴν διὰ

τόξων εὔστοχον ἐμπειρίαν. ταῦτα δὴ συνελθόντα, πάντων τε οἷς πόλεμος κατορθοῦται συμπνεόντων, ῥᾳδίως αὐτοὺς ὑφ̓ ἑνὶ διαδήματι βασιλεύσειν πάσης οἰκουμένης. τά τε παῤ ἐκείνοις φυόμενα ἀρώματα ἢ θαυμαζόμενα ὑφάσματα ἢ παρὰ Ῥωμαίοις μεταλλευόμενα ἢ διὰ τέχνην ἐπαινούμενα μηκέτι μόλις καὶ σπανίζοντα λανθάνοντά τε δἰ ἐμπόρων κομισθήσεσθαι, μιᾶς δὲ γῆς οὔσης καὶ μιᾶς ἐξουσίας κοινὴν καὶ ἀκώλυτον ἀμφοτέροις τὴν ἀπόλαυσιν ἔσεσθαι.

τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν Ῥωμαίῳ γάμον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν, ἔν τε διαίτῃ καὶ σκευῇ διαφέρουσιν ἀλλήλων; εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς ἐπιλέξασθαι δύναιτ̓ ἂν θυγατέρα, παρά τε αὑτῷ

p.116
Ἀρσακίδας: καὶ μὴ δεῖν μηδέτερον γένος νοθεύεσθαι.