Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἑαυτοῦ ἐπέθηκε τῇ ἐκείνου σορῷ. ἃ δὴ ὁρῶν ὁ δῆμος ὑπερέχαιρε, παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τοῦ βασιλέως λανθάνουσαν γνώμην: ταῦτα γὰρ πάντα ἐκεῖνος ὑπεκρίνατο βουλόμενος τὸ πλῆθος αὐτῶν διαφθεῖραι. ἡ δ̓ αἰτία τοῦ λανθάνοντος

μίσους τοιάδε τις ἦν: ἀπηγγέλλετο αὐτῷ διατρίβοντι ἐπὶ τῆς Ῥώμης ἔτι, καὶ τοῦ ἀδελφοῦ περιόντος καὶ μετὰ τὸν ἐκείνου φόνον, ὅτι ἄρα εἶεν πολλὰ ἐς αὐτὸν ἀποσκώψαντες. πεφύκασι δέ πως εἶναι φιλοσκώμμονες καὶ λέγειν εὐστόχως ὑπογραφὰς ἢ παιδιάς, ἀπορριπτοῦντες ἐς τοὺς ὑπερέχοντας πολλὰ χαρίεντα μὲν αὐτοῖς δοκοῦντα, λυπηρὰ δὲ τοῖς σκωφθεῖσι: τῶν γὰρ τοιούτων κνίζει μάλιστα ὅσα ἐλέγχει τῶν ἁμαρτημάτων

τὴν ἀλήθειαν. πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκωψάντων ἔς τε τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα γενναιοτάτους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα κατ̓ αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν,

φύσει ὄντα ὀργίλον καὶ φονικόν. συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κελεύει συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ

Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι

p.114
πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παῤ αὐτοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσί τε καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς

ἐλπίσιν. ὁ δ̓ Ἀντωνῖνος διεστῶτας αὐτοὺς ἐπιών, ἑκάστου ἐφαπτόμενος καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστ̓ αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας τὸ στρατιωτικὸν πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους, ἐπελθὼν πάντας αὐτὸς μὲν ὑπεξέρχεται μεθ̓ ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ̓ ἑνὶ δὲ σημείῳ προσπεσόντες πανταχόθεν οἱ στρατιῶται τὴν ἐν μέσῳ πᾶσαν νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ φόνων ἀναιροῦσιν, ὡπλισμένοι τε ἀόπλους καὶ πανταχόθεν

περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον ἔξωθεν, οἳ δ̓ ὤρυττον ὀρύγματα μέγιστα ἕλκοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμάτων: καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειρον ταχέως πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτι τε ἄτρωτοι συνεχώσθησαν. ἀλλὰ μὴν καὶ

τῶν στρατιωτῶν οὐκ ὀλίγοι προσαπώλοντο: ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάς τε ἐκβολὰς τοῦ Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο.