Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε,

p.111
κατῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως ἀνενεώσατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀναστῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν

ἄλλοις ἱεροῖς, τῆς πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ̓ ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάνδρου τε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαν τε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός τε νεανίας καὶ στρατεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούς τε ἡγουμένους αὐτῆς φέρειν τὰ

τῶν ἐκείνου στρατηγῶν ὀνόματα. ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην λόχον ἐκάλει. ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἠπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων

ἐμφορηθείς, ἧκεν ἐς Ἴλιον. ἐπελθὼν δὲ πάντα τὰ τῆς πόλεως λείψανα, ἧκεν ἐπὶ τὸν Ἀχιλλέως τάφον, στεφάνοις τε κοσμήσας καὶ ἄνθεσι πολυτελῶς πάλιν Ἀχιλλέα ἐμιμεῖτο. ζητῶν τε καὶ Πάτροκλόν τινα ἐποίησέ τι τοιοῦτον. ἦν αὐτῷ τις τῶν ἀπελευθέρων φίλτατος, Φῆστος μὲν ὄνομα, τῆς δὲ βασιλείου μνήμης προεστώς. οὗτος ὄντος αὐτοῦ ἐν Ἰλίῳ ἐτελεύτησεν, ὡς μέν τινες ἔλεγον, φαρμάκῳ ἀναιρεθεὶς ἵν̓ ὡς Πάτροκλος ταφῇ, ὡς δὲ ἕτεροι ἔφασκον, νόσῳ διαφθαρείς.

τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύλων τε πολλῶν ἀθροισθῆναι πυράν: ἐπιθείς τε αὐτὸν ἐν μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέ τε, καὶ

p.112
φιάλην λαβὼν σπένδων τε τοῖς ἀνέμοις εὔχετο. πάνυ τε ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν ἐγελᾶτο: πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαν τε τὸν Ῥωμαῖον καὶ Ἀννίβαν τὸν Λίβυν, ἀνδριάντας τε αὐτῶν καὶ εἰκόνας ἀνέστησεν.

ἀπάρας δὲ τῆς Ἰλίου διά τε τῆς ἄλλης Ἀσίας καὶ Βιθυνίας τῶν τε λοιπῶν ἐθνῶν, κἀκεῖσε διοικήσας τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ τε ὑποδεχθεὶς πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος ποθεῖν τὴν ἐπ̓ Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ τῷ θεῷ χρήσασθαι ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως:

δύο γὰρ ταῦτα ὑπερβαλλόντως προσεποιεῖτο, τήν τε τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβας τε οὖν κελεύει παρασκευασθῆναι ἐναγισμούς τε παντοδαπούς. ὡς δὲ διηγγέλη τῷ τῶν Ἀλεξανδρέων πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κινουμένῳ, τότε δ̓ ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήν τε καὶ εὔνοιαν

πυνθανόμενοι. ὑποδοχὴ δὲ παρεσκευάζετο οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί: πάσης τε γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον ἦχον εἰργάζετο, ἀρωμάτων τε παντοδαπῶν καὶ θυμιαμάτων ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαις τε καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα.

ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας κατέθυσε λιβάνῳ τε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν δ̓ ἐλθὼν ἐς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίους τε οὓς εἶχε λίθων τιμίων, ζωστῆράς τε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν

p.113