Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τοιαῦτα δὴ πράττων, ὑπό τε τῆς τῶν ἔργων συνέσεως ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀποδημῆσαι τῆς Ῥώμης ἠθέλησεν ὡς δὴ διοικήσων τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ

ἔθνη ἐποψόμενος. ἀπάρας δὲ τῆς Ἰταλίας, ἐπί τε ταῖς ὄχθαις τοῦ Ἴστρου γενόμενος, διῴκει δὴ τὰ ἀρκτῷα τῆς ἀρχῆς μέρη, γυμνάσια τοῦ σώματος ποιούμενος ἡνιοχείας καὶ θηρίων παντοδαπῶν συστάδην ἀναιρέσεις, δικάζων μὲν σπανίως, πλὴν νοῆσαι τὸ κρινόμενον εὐφυὴς ἦν εὐθίκτως τε πρὸς τὰ λεχθέντα ἀποκρίνασθαι.

ᾠκειώσατο δὲ καὶ πάντας τοὺς ἐπέκεινα Γερμανούς, ἔς τε φιλίαν ὑπηγάγετο, ὡς καὶ συμμάχους παῤ αὐτῶν λαβεῖν καὶ τοῦ σώματος ἑαυτοῦ φρουροὺς ποιήσασθαι, γενναίους τε καὶ ὡραίους ἐπιλεξάμενος.

p.110
πολλάκις δὲ καὶ τὴν Ῥωμαϊκὴν ἀποθέμενος χλαμύδα ἠμφιέννυτο τὰ Γερμανῶν περιβλήματα, ἔν τε χλαμύσιν αἷς εἰώθασιν, ἀργύρῳ πεποικιλμέναις, ἑωρᾶτο: κόμας τε τῇ κεφαλῇ ἐπετίθετο ξανθὰς καὶ ἐς

κουρὰν τὴν Γερμανῶν ἠσκημένας. τούτοις δὴ χαίροντες οἱ βάρβαροι ὑπερηγάπων αὐτόν. ἔχαιρον δὲ αὐτῷ καὶ οἱ Ῥωμαίων στρατιῶται, μάλιστα μὲν διὰ τὰς τῶν χρημάτων ἐπιδόσεις, αἷς ἀφειδῶς προσεφέρετο αὐτοῖς, ὅτι τε πᾶν ὡς στρατιώτης ἔπραττεν, εἴτε ὄρυγμά τι ὀρύττειν ἔδει, σκάπτων πρῶτος, εἴτε ῥεῖθρον γεφυρῶσαι ἢ βάθος χῶσαι: πᾶν θ̓ ὃ χειρῶν ἢ

καμάτου σώματος ἔργον, πρῶτος εἰργάζετο. τράπεζάν τε εὐτελῆ παρετίθετο, ἔσθ̓ ὅπῃ καὶ ξυλίνοις ἐς ποτὸν καὶ ἐδέσματα χρώμενος σκεύεσιν. ἄρτον τε προσεφέρετο αὐτοσχέδιον: σῖτον γὰρ ἀλέσας τῇ ἑαυτοῦ χειρί, ὃ ἤρκει μόνῳ, μᾶζάν τε ποιήσας καὶ ἐπ̓ ἀνθράκων